ΠΕΡΙ ΤΟΪ ΜΗ ΑΗΡΕΙΝ. Πολλάκις ἐν τῷ τοῦδε δικαστηρίῳ λῆρος ὑπ’ R 208 αὐτοῦ κεκλημένος ἐν τῷ ὑμετέρῳ τούτῳ πειράσομαι δεῖξαι πολὺ τοῦτο τὸ ῥῆμα τῆς ἀληθείας ἀφεστηκὸς οὕτω μεγάλοις τοῖς ἐλέγχοις, ὥστ’ αὐτὸν τοῦτον τὸ μὴ ἔχειν ἀντειπεῖν ὁμολογῆσαι τῇ σιωπῇ. εἰ μὲν οὖν ἅπας ὅστις εἰς γῆρας ἧκεν, οὗτος ἐξέπιπτε τοῦ φρονεῖν καὶ τῆς φύσεως οὗτος ἦν νόμος τὸν ἐκεῖνο λαβόντα τοῦτο οὐκ ἔχειν, μάλιστα μὲν οὖν οὐδ’ οὕτως ἐχρῆν ὑπερφρονεῖν οὐδ’ ὀνειδίζειν οὐδὲ κακίαν τοῦ C = codex Chisianus Α = codex Monacensis gr. 483 (Augustanus) Ρ = codex Palatinus gr. 282 V = codex Vindobonensis U = codex Urbinas gr. 126 I = codex Marcianus append. XCI 2 Β = codex Barberinus II 41 Μ = codex Marcianus gr. 437 Mo = codex Monacensis gr. 101 Bong = editio Bongiovanniana Re = Reiskius 2 Εὐτροπίου vid. § 16. 3 δεῖξαι πειράσομαι ΒΜ 4 δεῖξαι om Bong 5 τοῖς om IBM Bong | ν in αὐτὸν m. rec. (p) in ras C | τοῦτο CAPIBM Bong | ὸ in τὸ corr in ῶ Ρ4 τῶ V sed ω m. rec. (r) in ras 7 οὕτω Ι | ἐξέπεσε edd 9 οὖν om PVIBMo, fortasse recte | οὕτω σ᾿ ἐχρῆν ex οὕτω σε χρὴ corr Α 10 ὑπερφρονεῖν scripsi φρονεῖν libri edd καταφρονεῖν coni Sintenis | κακία Μο γέροντος τὴν ἀτυχίαν νομίζειν, ὥσπερ οὐδὲ τῶν μικρῶν ἢ σιμῶν ἢ κωφῶν ἢ τυφλῶν· εἰ δ’ ἔστι φρονεῖν καὶ πρὸς τοῦτο προβάντα χρόνου καὶ πολὺ πλείους τῶν 4 τοῦτο παθόντων οἱ μὴ παθόντες εἰσί, τί δεῖ κατὰ τῆς R 209 ψυχῆς τὴν ἡλικίαν | λαμβάνειν καὶ νομίζειν τὸ γῆρας ἐν αὑτῷ καὶ τὸ ληρεῖν κομίζειν; ἢ σὺ τολμήσεις εἰπεῖν, ὡς ἐλήρει μὲν Πλατῶν, ἐλήρει δὲ Ἰσοκράτης, ἐλήρει δὲ Σοφοκλῆς, οὐκ ἐσωφρόνει δὲ Γοργίας, οὐκ ᾔδει δ’ ἑαυτὸν ὁ Τυανεὺς ἐκεῖνος; Ὅμηρος δὲ τί μαθὼν εἰς Ἴλιον ἄγει τὸν Πύλιον γέροντα τὸν τοῖς τε Λαπίθαις συνηγωνισμένον καὶ μετὰ τῶν Ἀτρειδῶν πλέοντα; ἦ ἵνα γέλωτα παρέχῃ τοῖς Ἀχαιοῖς ἐν ταῖς ὑπὲρ τῶν ὅλων βουλαῖς ἐκφερόμενος τοῦ δέοντος;