ἐκείνη μέν γε κἂν λυθείη, ταύτην δὲ μένειν ἀθά- νατον ἀνάγκη παρακολουθοῦσαν ἐκ νεότητος εἰς τελευ- τήν, ἐφ’ ἑκάστης ἡλικίας τὴν παρρησίαν ἀφαιρουμένην· ἀναίσχυντε, κυνὸς ὄμματ’ ἔχων, οὐ σὺ μέντοι τῶν περὶ λόγους ἱερῶν ἐξώσθης, ὡς μιαίνων ταῖς Μούσαις τὸ χωρίον;