γίγνεται δέ τι καὶ παρὰ τῆς ἐμῆς φύσεως ἀργότερόν πως εἰς τιμωρίαν ἐχούσης καὶ φέρειν μᾶλλον ἢ κολάζειν πεπαιδευμένης. τὸ δὲ μέγιστον, φιλία μέν μοι πρὸς τοὺς τούτων γονέας, φιλία δὲ πρὸς πόλεις· καὶ δέδοικα δὴ, μὴ τὴν ἐκβολὴν ἀκούσαντες, 13 II. ἁ 255 13 τέτανται] ἤτοι ἀποσκοποῦσι V 1 καμάτων V | ἰσχυροτέραν Re Anim 2 παιδιὰν V 3 τί I 4 ἔθος coni Mor | ἄξει scripsi ᾄξειεν CAPUIB edd ἀγάγοι V | ι in τι in ras Ρ2 τοι ΙΒ Mor 7 ὑπάρξῃ Β Ferr Mor 12 γηθήσαι νοί γηθήσειε M Schmidt Philol. Χ 626 14 ἐμέ. ΡΙΒ 16 τὰ in πείθοντα del m. rec. A | αὑτὸν in marg inser I 18 γίνεται V 21 πρὸς τὰς πάλεις Re ἅπερ ἂν ἐπὶ τεθνεῶσι ποιῶσιν ἢ καὶ πλείω γε, δεινο- τέραν τοῦ θανάτου κρίνοντες τὴν ἀτιμίαν, εἰδότες οὖσαν τήν γε τοιαύτην τῆς ἐκ δικαστηρίων δεινοτέραν. ἐκείνη μέν γε κἂν λυθείη, ταύτην δὲ μένειν ἀθά- νατον ἀνάγκη παρακολουθοῦσαν ἐκ νεότητος εἰς τελευ- τήν, ἐφ’ ἑκάστης ἡλικίας τὴν παρρησίαν ἀφαιρουμένην· ἀναίσχυντε, κυνὸς ὄμματ’ ἔχων, οὐ σὺ μέντοι τῶν περὶ λόγους ἱερῶν ἐξώσθης, ὡς μιαίνων ταῖς Μούσαις τὸ χωρίον;