οὗ τοὐναντίον ἦν ἐπὶ τῶν πρὸ ὑμῶν ἐνταυθοῖ νεμομένων· ἄλλος ἄλλου του με- μνημένος ἀπῄει, εἶτα συνελθόντες συναρμόττειν καὶ ποιεῖν ἐπειρῶντο τὸν λόγον κἀν τοῖς διαφεύνουσι σφᾶς οὖσιν οὐ πολλοῖς ἠνιῶντο, ἦν τε αὐτοῖς ἒν ἔργον τά ἑψημένα μέχρι τριῶν ἢ καὶ τεττάρων ἡμερῶν οἴκοι τε πρὸς τοὺς πατέρας Καὶ πολὺ πλέον ἐνθάδε. ὑμεῖς δὲ | ἐπὶ τὰ ᾄσματα πάλιν, ὧν ἄριστα ἀπομνημο- R 202 νεύετε, λήθῃ τὸν Δημοσθένη παραδόντες ὁμοίως ἅ τε τελευταῖα γέγραπται καὶ ἃ πρῶτα. κἂν κἂν τις ὑμᾶς, εἰ εἴποιμι καὶ ὅ τι, τὸ μὲν ὡς εἶπον, ἀκούσεται, ὅ τι δὲ τοῦτό ἐστιν, οὐκ ἔτι. 19. Νὴ Δία, χείρων γὰρ ἐγὼ νῦν, καὶ τὰ νῦν οὐκ ἴσα τοῖς πρότερον. ἀλλ’ οὐ ταῦτά φασιν οἱ οὔπω τε γέροντες οὗτοι καὶ γέροντες, οἱ μὲν ἔτ’ ὄντες ἐν τῷ συνδικεῖν, οἱ δὲ δι’ ἐκείνων τῶν ἄθλων ἐπὶ τοὺς τῶν ἀρχῶν ἥκοντες, οὓς οὐδὲ μικρὸν ἐᾷ καθῆσθαι τῶν λεγομένων ἕκαστον. ὧν ἔστιν ἀκούειν βοώντων ὑπ’ ἐμαυτοῦ με νενικῆσθαι· καλῶν γὰρ γὰρ ὄν- των τῶν προτέρων εἶναί τι πλέον ἐν τοῖς νῦν καὶ τὸ γῆρας οὐ διακωλύειν.