σκοπεῖτε δέ· καλεῖν κελεύω τοὺς νέους ἐπ’ ἀκρόασιν. δραμὼν ὁ παῖς τοῦτο ποιεῖ. οἱ δ’ οὐ μοῦνται τὸν ἐκείνου δρόμον, ὅν ἔδει τῷ παρ’ αὑτῶν καὶ νικᾶν, ἀλλ’ οἱ μὲν ἐν ταῖς ᾠδαῖς μένουσιν, ἃς ἴσασιν ἅπαντες, οἱ δ’ ἐν φλυαρίαις, οἱ δ’ ἐν γέλωσι, τῆς δὲ ἐν τούτοις βραδυτῆτος παρὰ τῶν ὁρώντων κατηγορουμένης εἴ ποτε καὶ γνοῖεν εἰδελθεῖν, κατὰ τὰς νύμφας βαδίζουσιν ἤ, τό γε ἀληθέστερον, κατὰ τοὺς ἐπὶ τῶν κάλων ἰόντας, πρίν τε εἴσω θυρῶν εἶναι καὶ εἰσελθόντες, ὥστ’ εἶναι τοῖς Ι καθημένοις ἀγανακτεῖν B 200 οὕτω βλακεύοντας ἀναμένουσι νέους.