ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ ΠΕΡΙ ΤΟΥ ΛΟΓΟΥ. R 196 Οὔθ’ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀπαι- τοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὂν ἀκούσαντες συγ- γνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἶς ἐστὶ μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λἐγε- σθαι. θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐλο- γίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πά- λιν, εἰ μὴ λογισάμενοι τοῦτ’ αὐτὸ κατείδετε, καὶ πάλιν, εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μά- χεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνη- μονεῦσαι πρὸς ἐμέ.