ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν ἑλκόντων με παρ’ | ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον R 174 ὑπακούσας φαίνομαι. καὶ τί ταῦτα λέγω, λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λα- βόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρ’ ἐμὲ τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρ’ αὐτοὺς ἐρ- χοίμην. ἀλλ’ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς | ἠξίωσα R 175 προσθεῖναι τὰς ἀπ’ ἐκείνων τῶν γραμμάτων.