οἷς οὐκ ἐξαρκεῖ τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύ- χην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς τοῦθ’ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς οὐ πάνδεινον; εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων, τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθ’ ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ;