ἀπόδος τὴν παλαιὰν ἰσχύν τε καὶ ὥραν ταῖς πό- λεσι, καὶ τῆς παλινῳδίας ἀκούσῃ. κατάστησον εἰς τὴν ἔμπροσθεν τάξιν τοὺς λόγους, καὶ τότ’ αὐτοὺς ἀπαίτει τοῦ καιροῦ τὴν εὐλογίαν. εἰ δὲ ἡ νόσος βαδίζει καὶ τὸ κακὸν ἀεὶ <μεῖζον> γίγνεται καὶ μικρὰ | τὰ πρὸ R 193 τοῦ πρὸς τὰ νῦν καὶ τιμιώτερα τὰ φαυλότερα καὶ ἀτιμότερα τὰ κρείττω, τί με τὴν φθορὰν ἀναγκάζεις ἐγκωμιάζειν; 65. Μάλιστα μὲν οὖν τὰ τῆς οἰκουμένης ἁπάσης ἐμαυτοῦ νενόμικα, βελτίω τε καὶ χείρω, καὶ γίγνομαι τοιοῦτος, οἷον ἄν με ποιῶσιν αἱ ἐκείνης τύχαι, μισεῖσθαι δὲ ὁ φιλῶν τὴν οἰκουμένην οὐκ ἄξιος. εἰ δ’ οὖν 21 ταῦτα οὐ καλῶς ἔχει V 1 τισιν e τι corr I2 | θανόντας UI 3 ᾐσθῆσθαι ex ἠσθῆσθαι corr I2 ἡττῆσθαι Gasda, fortasse recte | συνεκ in συνεκβεβιωκέναι in ras P3 συμβεβιωκέναι Α γρ in marg, VUIMo Fabr 5 αὐτῆς Ρ sed ῆ ex οὺ corr m4 et Μ sed αὐτ in ras m2 6 ἀποφράττεις scripsi ἀποστρέφεις libri edd 8 ἰατρῶν UI | ω in ἔχων in ras Ρ4 14 μεῖζον ego ante, Fabr post γίγνεται, Gasda κάκιον ante ἀεὶ inser 16 ἐπαινεῖν ΒΜ 19 γίνομαι BMVUI 20 ποιοῦσιν ΒΜ 21 ου in οἰκουμέ- νην ex ο corr Ρ3 | οὐκ in rasura quattuor vel quinque littera- rum Ρ3 οὐκ ἂν BMV et Α γρ in marg | ἄξιος εἴη ΒΜ καὶ κατακλείοι μέ τις εἰς τὴν ὑπὲρ τῆς ἐνεγκούσης πρόνοιαν, ἀτυχεῖν μοι δοκεῖ ταῖς μετοικίαις αὕτη πολ- λῶν τινῶν, οἳ τὰς αὑτῶν καταλιπόντες πόλεις καὶ 4 οἴκους, εἰ δὴ καὶ οἴκους, καὶ οὐδ’ ἂν ὄναρ ἡδέως ἰδόν- R 194 τες οὗπερ ἔφυσαν, | ξένοι πολιτῶν κρατεῖν οἴονται δεῖν, τρέμοντες, μὴ νόμον θῇ βασιλεὺς εἶναι τῶν παραδόξων πλούτων εὐθύνας. οἷς οὐκ ἐξαρκεῖ τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύ- χην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς τοῦθ’ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς οὐ πάνδεινον; εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων, τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθ’ ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ;