στῆσον τὴν λύμην τὴν περὶ ἕκαστον καὶ στήσεις μοι τοὺς περὶ αὐτῆς λόγους. εἰ δὲ ἐκείνη χωρεῖ, τί μοι τὴν γλῶτταν ἀποφράττεις; αὐτὰ γάρ με κινεῖ τὰ πράγματα πρὸς τὰ ῥήματα· σὺ δ’ ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις ἰατρὸς οὐκ ἔχων ἕλκος ἰάσασθαι τὸν ὀδυνώμενον ἐκέλευε μὴ στένειν. ἀπόδος τὴν παλαιὰν ἰσχύν τε καὶ ὥραν ταῖς πό- λεσι, καὶ τῆς παλινῳδίας ἀκούσῃ. κατάστησον εἰς τὴν ἔμπροσθεν τάξιν τοὺς λόγους, καὶ τότ’ αὐτοὺς ἀπαίτει τοῦ καιροῦ τὴν εὐλογίαν. εἰ δὲ ἡ νόσος βαδίζει καὶ τὸ κακὸν ἀεὶ <μεῖζον> γίγνεται καὶ μικρὰ | τὰ πρὸ R 193 τοῦ πρὸς τὰ νῦν καὶ τιμιώτερα τὰ φαυλότερα καὶ ἀτιμότερα τὰ κρείττω, τί με τὴν φθορὰν ἀναγκάζεις ἐγκωμιάζειν; 65. Μάλιστα μὲν οὖν τὰ τῆς οἰκουμένης ἁπάσης ἐμαυτοῦ νενόμικα, βελτίω τε καὶ χείρω, καὶ γίγνομαι τοιοῦτος, οἷον ἄν με ποιῶσιν αἱ ἐκείνης τύχαι, μισεῖσθαι δὲ ὁ φιλῶν τὴν οἰκουμένην οὐκ ἄξιος. εἰ δ’ οὖν 21 ταῦτα οὐ καλῶς ἔχει V 1 τισιν e τι corr I2 | θανόντας UI 3 ᾐσθῆσθαι ex ἠσθῆσθαι corr I2 ἡττῆσθαι Gasda, fortasse recte | συνεκ in συνεκβεβιωκέναι in ras P3 συμβεβιωκέναι Α γρ in marg, VUIMo Fabr 5 αὐτῆς Ρ sed ῆ ex οὺ corr m4 et Μ sed αὐτ in ras m2 6 ἀποφράττεις scripsi ἀποστρέφεις libri edd 8 ἰατρῶν UI | ω in ἔχων in ras Ρ4 14 μεῖζον ego ante, Fabr post γίγνεται, Gasda κάκιον ante ἀεὶ inser 16 ἐπαινεῖν ΒΜ 19 γίνομαι BMVUI 20 ποιοῦσιν ΒΜ 21 ου in οἰκουμέ- νην ex ο corr Ρ3 | οὐκ in rasura quattuor vel quinque littera- rum Ρ3 οὐκ ἂν BMV et Α γρ in marg | ἄξιος εἴη ΒΜ καὶ κατακλείοι μέ τις εἰς τὴν ὑπὲρ τῆς ἐνεγκούσης πρόνοιαν, ἀτυχεῖν μοι δοκεῖ ταῖς μετοικίαις αὕτη πολ- λῶν τινῶν, οἳ τὰς αὑτῶν καταλιπόντες πόλεις καὶ 4 οἴκους, εἰ δὴ καὶ οἴκους, καὶ οὐδ’ ἂν ὄναρ ἡδέως ἰδόν- R 194 τες οὗπερ ἔφυσαν, | ξένοι πολιτῶν κρατεῖν οἴονται δεῖν, τρέμοντες, μὴ νόμον θῇ βασιλεὺς εἶναι τῶν παραδόξων πλούτων εὐθύνας. οἷς οὐκ ἐξαρκεῖ τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύ- χην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς τοῦθ’ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς οὐ πάνδεινον; εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων, τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθ’ ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ;