τούτοις κεντοῦμαι τὴν ψυχήν, περὶ τούτων οὐ δύναμαι μὴ τὰ δίκαια λέγειν καὶ ἔχω γε τοὺς ἀποδεχομένους, ὥσπερ ὑμεῖς ἀλλήλους ἐν τοῖς καλοῖς συμποσίοις, ἐν οἷς πολλὴ μὲν ἡ χιών, πολλὴ δὲ ὕβρις, αἰσχραὶ δὲ ἅμιλλαι, πονηραὶ δὲ νῖκαι, ται δὲ ἀντὶ τῶν θεῶν οἱ τῶν κακῶν τῶν παρόντων αἴτιοι. 60. Τῷ πολλάκις γάρ, φησί, τοῦτο ποιεῖν βαρὺς εἶ. τὸ πολλάκις δὲ λέγειν ἃ καλῶς ἔχει γειν, τῷ λέγοντι μέμψιν ἂν] ἐνεγκεῖν δίκαιον; καὶ πῶς; ἢ γὰρ οὐ λεκτέα, ἃ μὴ χρῆν, ἢ καὶ πολλάκις, R 192 ἃ προσῆκεν. | ὁρᾷς, ὡς τοῖς αὐτοῖς κατὰ τὴν ἡμέ- ραν ἑκάστην ἀλλήλους προσαγορεύομεν καὶ οὐκ ἐσμὲν βαρεῖς οὐδὲ λυποῦμεν τοῖς ῥήμασιν, ἀλλ’ ἡδίους ποι- οῦμεν, ὁ δ’ οὐ προσειπὼν ἠτίμασεν. οἱ δὲ περὶ τὰς τραπέζας ὑμῖν ᾄδοντες νέοι καὶ ὑφ’ ὧν τοῖς ᾄσμασι πίνετε, οὐ τοῖς αὐτοῖς ὑμῖν παραπέμπουσι τὰς κύλικας καί εἰσιν ἡδίους αὐτοῦ τοῦ πόματος; πῶς οὖν ἐκεῖνο μὲν οὐ βαρύ, τοῦτο δέ; εἰ γὰρ ἐκεῖνο τοῖς πότοις πρέπει, καὶ τοῦτο ταῖς συμφοραῖς. οἶδα δὲ ἔγωγε 4 Plut. de tuend. san. p. 124 F 6 τοὺς τὸν χριστιανισμὸν εἰσαγαγόντας ὑβρίζει C s 1 τούτους Μο 4 τοῖς— ἐν om V 5 δὲ ἡ? 6 τῶν (3) om ΒΜ 9 τὸ m3 supra τῶ Ρ τωι C τῶι Α 10 ἂν om BMV et cancellavi, ut fortasse ortum e syllaba ultima lectionis variae δικαίαν | ἐνέγκῃ Μο | δίκαιον in marg, in textu δικαίαν Μο ἐνέγκῃ δικαίαν Re 11 ἢ] καὶ Fabr Re, qui tamen coniecit (quod etiam Sintenis proposuit) ἢ γὰρ οὐδ᾿ ἅπαξ (sc. δεῖ λέγειν) λεκτέα scripsi δίκαια libri edd δίκαιον Gasda 12 καθ’ ἑκά- στην ἡμέραν ΒΜ 15 ἠτίμασσεν Re | παρὰ Cobet Mnem. V 104 (Coll. crit. 100) 16 ὑμῶν UI Fabr 17 ἡμῖν V 20 δ’ ΒΜ πολλοὺς ἐπὶ δεινοῖς τισιν ἐν θρήνοις ἀποθανόντας, ὧν οὐδεὶς κατηγόρησεν, ὅτι μὴ προεπαύσαντο, ἀλλὰ καὶ καλῶς ἔδοξαν ᾐσθῆσθαι τῶν κακῶν αὐτῷ τῷ συν- εκβεβιωκέναι τῇ λύπῃ. στῆσον τὴν λύμην τὴν περὶ ἕκαστον καὶ στήσεις μοι τοὺς περὶ αὐτῆς λόγους. εἰ δὲ ἐκείνη χωρεῖ, τί μοι τὴν γλῶτταν ἀποφράττεις; αὐτὰ γάρ με κινεῖ τὰ πράγματα πρὸς τὰ ῥήματα· σὺ δ’ ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις ἰατρὸς οὐκ ἔχων ἕλκος ἰάσασθαι τὸν ὀδυνώμενον ἐκέλευε μὴ στένειν.