τούτοις κεντοῦμαι τὴν ψυχήν, περὶ τούτων οὐ δύναμαι μὴ τὰ δίκαια λέγειν καὶ ἔχω γε τοὺς ἀποδεχομένους, ὥσπερ ὑμεῖς ἀλλήλους ἐν τοῖς καλοῖς συμποσίοις, ἐν οἷς πολλὴ μὲν ἡ χιών, πολλὴ δὲ ὕβρις, αἰσχραὶ δὲ ἅμιλλαι, πονηραὶ δὲ νῖκαι, ται δὲ ἀντὶ τῶν θεῶν οἱ τῶν κακῶν τῶν παρόντων αἴτιοι. 60. Τῷ πολλάκις γάρ, φησί, τοῦτο ποιεῖν βαρὺς εἶ. τὸ πολλάκις δὲ λέγειν ἃ καλῶς ἔχει γειν, τῷ λέγοντι μέμψιν ἂν] ἐνεγκεῖν δίκαιον; καὶ πῶς; ἢ γὰρ οὐ λεκτέα, ἃ μὴ χρῆν, ἢ καὶ πολλάκις, R 192 ἃ προσῆκεν. | ὁρᾷς, ὡς τοῖς αὐτοῖς κατὰ τὴν ἡμέ- ραν ἑκάστην ἀλλήλους προσαγορεύομεν καὶ οὐκ ἐσμὲν βαρεῖς οὐδὲ λυποῦμεν τοῖς ῥήμασιν, ἀλλ’ ἡδίους ποι- οῦμεν, ὁ δ’ οὐ προσειπὼν ἠτίμασεν. οἱ δὲ περὶ τὰς τραπέζας ὑμῖν ᾄδοντες νέοι καὶ ὑφ’ ὧν τοῖς ᾄσμασι πίνετε, οὐ τοῖς αὐτοῖς ὑμῖν παραπέμπουσι τὰς κύλικας καί εἰσιν ἡδίους αὐτοῦ τοῦ πόματος; πῶς οὖν ἐκεῖνο μὲν οὐ βαρύ, τοῦτο δέ; εἰ γὰρ ἐκεῖνο τοῖς πότοις πρέπει, καὶ τοῦτο ταῖς συμφοραῖς.