εἰ δ’ οὐδὲν δεινὸν τὸν οὐ προσήκοντα ἀποθανόντα δακρύειν, πῶς δεινὸν τοὺς ζῶντας ἐν ὁδύ- ναις, ὃ πολὺ τοῦ θανάτου πικρότερον; εἰ δ’ ἄξιον ἀθυμεῖν κακώς φερομένης πόλεως, διὰ τί μὴ καὶ ἔθνους; εἰ δὲ ἑνός, διὰ τί μὴ καὶ πλειόνων; ἀλλ’ ἐμοὶ μὲν τοὺς συναχθομένους, εἰ καὶ πλεῖστον ἀπέ- χοιεν τῶν περὶ λόγους, φιλῶ, τοὺς δ’ ἐν ἑτέροις τας εἰ μὴ τῶν αὐτῶν ἀξιοίην, οὐκ ἀδικήσω; οὐκ ἐσμὲν Κύπριοι οὐδέ, σὺν Ἀδραστείᾳ δὲ εἰρήσεται, τῷ σεισμῷ κατενεχθεῖσαν ἐπείδομεν τὴν πόλιν, ἀλλ’ ὅμως οἰμω- γαὶ | καὶ ὀδυρμοί, καὶ ὦ πόλεις, ποῦ ποτε ἄρ’ R 189 ἐστέ; πολλῶν ἦν ἀκούειν λεγόντων, καὶ οὐδεὶς ἐπέ- πληξεν, εἰ τοσαύτῃ τῆς νήσου διειργόμενοι τῇ θαλάσσῃ μετέχειν τῆς συμφορᾶς ἐνομίζομεν.