ὑμεῖς δέ, ὦ πρὸς Διός, νέων ἐκφερομένων καὶ πατέρων ἀκολουθούντων συνεκφέρον- τες οὐ θρηνεῖτε, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης συγγενείας; τοὺς ἐπιτιμῶντας οὖν εἰκότως ἂν ἔχοιτε. καὶ μὴν ἐν εὐεργέταις οἷς ταῦτα εἰσενηνόχατε γονεῦσιν ἠρίθμησθε. εἰ δ’ οὐδὲν δεινὸν τὸν οὐ προσήκοντα ἀποθανόντα δακρύειν, πῶς δεινὸν τοὺς ζῶντας ἐν ὁδύ- ναις, ὃ πολὺ τοῦ θανάτου πικρότερον; εἰ δ’ ἄξιον ἀθυμεῖν κακώς φερομένης πόλεως, διὰ τί μὴ καὶ ἔθνους; εἰ δὲ ἑνός, διὰ τί μὴ καὶ πλειόνων; ἀλλ’ ἐμοὶ μὲν τοὺς συναχθομένους, εἰ καὶ πλεῖστον ἀπέ- χοιεν τῶν περὶ λόγους, φιλῶ, τοὺς δ’ ἐν ἑτέροις τας εἰ μὴ τῶν αὐτῶν ἀξιοίην, οὐκ ἀδικήσω; οὐκ ἐσμὲν Κύπριοι οὐδέ, σὺν Ἀδραστείᾳ δὲ εἰρήσεται, τῷ σεισμῷ κατενεχθεῖσαν ἐπείδομεν τὴν πόλιν, ἀλλ’ ὅμως οἰμω- γαὶ | καὶ ὀδυρμοί, καὶ ὦ πόλεις, ποῦ ποτε ἄρ’ R 189 ἐστέ; πολλῶν ἦν ἀκούειν λεγόντων, καὶ οὐδεὶς ἐπέ- πληξεν, εἰ τοσαύτῃ τῆς νήσου διειργόμενοι τῇ θαλάσσῃ μετέχειν τῆς συμφορᾶς ἐνομίζομεν. τί οὖν αὐτοῖς 8 Menand. monost. 296 Μ Philem. com. fr. IV 63 (109) Μ. III 532 (202) Κ. 15 Zosim. IV 18 ? 3 ἐκφερομένων] ἐπὶ ταφὴ ὅθεν καὶ ἐκφορά V 1 συμφορῶν Fabr 6 μέν Μο 7 δὲ ΒΜ 9 δὲ ΒΜ 10 φυομένης Μο | τῆς πόλεως U 11 δ’ BM | διατί Β 13 δὲ ΒΜ 14 οὐκ delere vult Re 15 οὐδέ om Fabr 16 επ in ἐπείδομεν in ras Ι2 οὐκ ἐπ Fabr 17 ποτ’ Re | ἄρα BUIMo Fabr 18 ἦν ἂν UI 19 τοσαύτης Fabr | διειργο- μένης Fabr | τῇ om Β | θαλάττῃ ΙΜο Fabr 20 αὐτῶν Β ἡ περιεργία βούλεται; οὐκ εἰμὶ μὲν τῶν δυνάμεων ἡγεμὼν οὐδὲ ἐκοινώνησα τῶν ἐν Θρᾴκῃ παρατάξεων οὔτε ὡς στρατηγὸς οὔτε ὡς στρατιώτης, ἀλλ’ οὐδ’ ἂν ἀπὸ δένδρου ποθὲν ὑψηλοῦ τὴν θέαν ἤνεγκα ἂν τῆς μεγάλης ἐκείνης μάχης, ἀλλ’ ὅμως ἀκούσας τῆς συμ- βολῆς τὸ πέρας τό τε μέτωπον ἔπληξα καὶ τῶν τριχῶν ἔτιλα καὶ τὰς αἰτίας πρὸς ἐμαυτὸν ἐξήτασα τῶν κακῶν, ὧν τῆς ὑστεραίας καὶ πρὸς ἄλλους ἐμνήσθην. ἡμάρ- τανον οὖν τούτοις; καὶ τίς ὁ τοῦτο φήσων; 54. Οὐ βουλεύω μέν, ἀλλ’ ἀφεῖμαι ταῖς περὶ τοὺς λόγους φροντίσιν, ἄχθεσθαι δὲ ἔξεστί μοι καὶ τῇ τῶν βουλευόντων πενίᾳ καὶ τῷ τῶν τοῖς ἄρχουσιν τούντων πλούτῳ, ὧν ἔνιοι πέρυσι κρέα πωλοῦντες, οἱ δὲ ἄρτους, οἱ δὲ λάχανα ταῖς ἐκείνων οὐσίαις μεγάλοι γεγένηνται περὶ τιμῆς οὐδὲν διενεχθέντες· τοσοῦτος | R 190 αὐτοῖς ἐστιν ὁ χρυσός. οἱ δὲ καὶ τῷ μεγέθει τῶν οἰκιῶν λυποῦσι τοὺς γείτονας οὐκ ἐῶντες τῆς ρας ἀπολαύειν καθαρῶς. εἶτ’ ἐκεῖνοι μὲν οὐδὲν ἀδι- κεῖν σοι δοκοῦσι τῇ μεταβολῇ καὶ ταῖς τῶν πραγμά- τῶν διορυχαῖς, εἰ δέ τις ἐπὶ τούτοις οὐ δύναται σιω- πᾶν, φορτικὸς οὗτός ἐστι καὶ βαρύς;