ἀλλ’ οἱ μὲν ἐοικέναι δοκοῦσι πέτραις, εἰς ἃς ὁ σπείρων μαίνεται προσαπολλὺς τὴν σποράν. καρποὶ δ’ ἑτέρωθεν ἀπὸ τῆς Ἰταλῶν φωνῆς, ὦ δέσποινα 4 Ἀθηνᾶ, καὶ τῶν νόμων. | οὓς ἔδει πρότερον φέρον- R 186 τὰς τοὺς ἐπισταμένους ἑστάναι πρὸς τὸν ῥήτορα βλέ- ποντας, ἀναμένοντας τό· ὦ οὗτος ἀναγίνωσκε. ἤδη δὲ καὶ ὑπογραφεῖς ἐν ταῖς μεγίσταις ἀρχαῖς, ὁ δὲ τὸ λέγειν ἀντ’ ἐκείνου μαθὼν ὑπ’ ἐκείνων τε καταγελᾶται καὶ αὐτὸς ὀδύρεται. πολλοὶ δὲ πολλοῖς οὐσίας ἐκ συνηγοριῶν σεσωκότες ἐκπηδήσαντες ἐκ τῶν ρίων ὁπλῖται γεγένηνται, οὐ τῆς ἐκ τῶν χειρῶν δόξης ἐπιθυμοῦντες, ἀλλ’ εἰδότες, ὅτι δόρυ ἑλοῦσιν εὐθὺς ὑπάρξει γαμεῖν καὶ τὰ τῆς γυναικὸς ἐσθίειν, πολεμίου δὲ ἐπελθόντος ἐν ἀκμῇ μάχης ῥᾷστον ἀντὶ τῶν χειρῶν χρήσασθαι τοῖς ποσίν, ὡς οὐκ ἐσομένων εὐθυνῶν. τῶν τοίνυν καλουμένων σημείων τρεψαμένων μὲν τὸν Ἑρμῆν, | τρεψαμένων δὲ τὰς Μούσας, τὴν δ’ οὖσαν R 187 τοῖς περὶ ἐκείνας εὐδαιμονίαν εἰς αὑτὰ μεταθέντων, καὶ τῶν μὲν τεταπεινωμένων, τῶν δὲ τὰς γνάθους φυ- σώντων ἀγανακτεῖ τις, εἰ τῆς τέχνης ἀχρήστου μοι γεγενημένης ἀλγῶ; 4 p. 178, 6 sq. et 193, 6 20 Dem. or. 19 § 314 p. 442, 16. Cf. IV 634, 24 R 1 λκ in εἷλκον in ras Ι2, εἷ cum rasura trium litterarum U (videtur fuisse εἷλον, ut in Vat. 82) | ἁπανταχόθεν V | δὲ Re 5 φέροντας om Μο 8 ὑπογραφὴν Μο 9 ἐκείνου Μο | τε om UI 10 πολλὰς Β 13 εἰδότες ὅτι δόρυ Ι, sed ἐς ὅτι δο in rasura 5 litterarum m2 13 ὅτι om U | ἑλοῦσιν scripsi λέγουσιν libri Re δορυλἐγουσιν Fabr δεῦρο ἥκουσιν Gasda 15 δ’ Re 16 οὐκ om Β 18 δὲ ΒΜ 19 τοῖς] τ cum rasura unius et lacuna trium litterarum Β | αὐτὰ ΒΜΜο ἀυτὰ U 20 φυσσώντων UMo 21 τῆς om UI | μοι om Β 47. Ἀλλ᾿ οὐχ ὑπὲρ ταύτης, φησί, μόνον άλ- γεῖς, ἀλλ’ ὅλως ἐπιλαμβάνῃ μὲν τῶν νῦν, ὑμνεῖς δὲ τὰ πρότερα καὶ περιεργάζῃ. τίνα, ὦ βέλτιστοι, παραβαίνων νόμον, τίνας ὑπερπηδῶν ὄρους τῇ περὶ ταῦτα λύπῃ ; πῶς ἀδίκημα γίγνεται τὸ τοῖς πράττουσι κακῶς συνάχθεσθαι; ἐγὼ μὲν γὰρ χρηστό- τητος εἶναι νομίζω τὸ μὴ μόνον ὑπὲρ τῶν οἰκείων ἀνιᾶσθαι κακῶν, ἀλλὰ κἀν τοῖς ἑτέρῳ συμβαίνουσι ταὐτὸ ποιεῖν. καὶ οἶδα πολλοὺς οὐ μόνον τοὺς καθ’ αὑτούς, εἰ ἀτυχοῖεν, ἐλεοῦντας, ἀλλὰ κἀν ταῖς τῶν τραγῳδιῶν ἀναγνώσεσι δάκρυα κατὰ τῶν βιβλίων ἀφιέν- τὰς. πῶς οὖν οὐχὶ καὶ τούτους κακίζετε;