| τὶ οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν ὤν ἠπιστάμην σωφρονεῖν, προιούσης δὲ τῆς ἡλικίας διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν, εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν καὶ ἐπανορθοῦν ὁ χρόνος. ἀλλ’, οἶμαι, τοιοῦτόν ἐστιν· ἅπαντα τἄλλα διεξεληλυθότες, καθ’ ἕκαστον αὐτῶν ἐρυ- θριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθη- σὰν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη λόγος. 6. Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέ- 1 θαυμάσαι Α in marg αὐτοὺς ἔροιτο CAV et in marg P3 et Μο Re | τίς ΡΜο 4 παρ’ ΒΜΙΜο edd 6 μόνον ουκ eraso acuto et spiritu leni Α μονονοὺκ CB 7 ὢ in μωράνασι in ras Ρ2 9 ἐλάνθανεν ἄν Monnier 10 τἆλλα C et m. rec. in τἆλλα corr A 11 ante πολλοὶ duae litterae (sine dubio quae in Vat. 82, οἱ) erasae inI 12 τί — 13 ἠπιστάμην Μο2 in marg | τί οὖν χρὴ libri Fabr corr Re 14 με Μο in marg et m. rec. corr e μὲν Α et P2 in ras μὲν VMo 17 καὶ ante καθ. V et Fabr καθέκαστον V τριος; οὐχ ὁ κοινός; οὐχ ὁ καὶ τὰς τῶν πενεστά- των προσρήσεις προσρήσεις ἀμειβόμενος τοῖς ἴσοις; ἔστιν οὖν ὅστις ἂν ἐκείνοις αὑτὸν ἴσον ἐν οἷς ἔξεστι ποιῶν τῶν ἐν τέλει καὶ δυνατῶν κρείττων ἂν ἀξιώσειεν εἶναι; οἳ φιλοῦσι μέν μου καὶ ὀφθαλμοὺς καὶ κεφαλὴν καὶ χεῖρας, εἰ καὶ μὴ σφόδρα φιλοῦσιν αὐτόν, ἔχοντες δ’ οὐδὲν ἔλαττον ἀπέρχονται. ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν ἑλκόντων με παρ’ | ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον R 174 ὑπακούσας φαίνομαι. καὶ τί ταῦτα λέγω, λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λα- βόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρ’ ἐμὲ τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρ’ αὐτοὺς ἐρ- χοίμην. ἀλλ’ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς | ἠξίωσα R 175 προσθεῖναι τὰς ἀπ’ ἐκείνων τῶν γραμμάτων.