ἐγὼ δὲ αὐτοὺς οἶδα καὶ ῥήμασιν ἐπισχών, δεόμενος μὴ οὕτω λίαν κόπτειν αὑτοὺς μηδ᾿ ἐν οἷς ἐμὲ κοσμοῦσι ταλαιπωρεῖν. ἃ δ’ ἠγανάκτησα πολλάκις ὑπὲρ Πλάτωνος καὶ Δημο- 22 Dem. prooem. 29 p. 1439, 18 et 37 p. 1446, 15 1 post δ’ signum interrogationis inser Re 3 μηδὲ ΒΜ 4 ἐλλείπων in marg, ἐκλιπὼν in textu Μο prius ε in ἐλ- λείπων in ras P2 | 5 εἰκὸς τί Μο 6 ἐμαυτῶ τῶ δὲ Μο 7 μὴ Μο | acutus et ην in ἑωρώμην in ras P3 | τρέχων ΒΜ 8 φέρομαι? 9 καίτοι] καὶ ΒΜ 10 ἔχειν ἱκανὴν ΒΜ 12 οὐκ inser Fabr μὴ inser I2 13 ὑπὲρ? 15 εἰμὶ] εἰ μὴ Μο 16 γινόμενον BMUV | ὡς om U inser I2 18 δ᾿ Re 21 οὔτε Μο 22 αὐτοὺς BMV | μηδὲ ΒΜ σθένους, ὁπότε ἀδικοῖντο ὑπὸ τοῦ θεάτρου, τά πολὺ διεστηκότα συναγόντων ταῖς βοαῖς, οἶμαι πάντας εἰδέ- ναι, καὶ γὰρ δὴ καὶ προλόγῳ ταῦτα ἔπαυσα, μᾶλλον δὲ ἐβουλήθην μέν, ἔτι δὲ ταὐτὸν ἔστιν οὗ | τολ- R 180 μάται. 25. Αὐτὸ τοίνυν τὸ πλῆθος τῶν ἐπιδείξεων, ἐπειδή τινας ᾐσθόμην δυσχεραίνοντας, ᾤμην δέ γε αὐτοῖς ὁ ἠλίθιος χαρίζεσθαι τῇ πυκνότητι, κατέλυσα καὶ ὅ πρό- τερον ἐν πλείοσι, ταῦτ’ ἐν τοῖς φοιτῶσι δεικνύω. οὕτω πάνυ δέδοικα <καὶ> τὸ δοκεῖν εἶναι βαρύς. 26. Νὴ Δί’, ἀλλὰ τούτων μὲν οὐδὲν οὐδεὶς αἰτιᾶ- ται, ἐκεῖνο δὲ τὸ τὰ πάλαι μὲν ὄντα ποθεῖν τε καὶ ἐπαινεῖν, τῶν παρόντων δὲ κατηγορεῖν, καὶ τότε μὲν φάσκειν εὐδαίμονας εἶναι τὰς πόλεις, νυνὶ δὲ δυστυ- χεῖν, καὶ τοῦτον ἀεί τε καὶ πανταχοῦ καὶ καθ’ ἡμέραν λέγεσθαί μοι τὸν λόγον. εἰσὶ δὲ οἱ ταῦτα μεμφό- μενοι καὶ οἱ τοῖς λόγοις ἀνιώμενοι τούτοις, οἶς τὰ παρόντα συνήνεγκεν· οἷς δ’ ἐλυμήνατο, τῶν ἐπαινούν- των. γεγόνασι δὲ οὗτοι μὲν ἐξ ἐνδόξων ἄδοξοι καὶ ἐξ εὐπόρων ἄποροι, ἐκεῖνοι δὲ τοὐναντίον ἐν δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, ὧν τοσοῦτον ἀπεῖχον ταῖς ἐλπί- σιν, ὅσονπερ τοῦ πτήσεσθαι. οὐκοῦν τοῖς μὲν εὖ 22 ἤτοι πετάσειν V 4 δὲ om U inser Ι2 | οὗ supra ὃ P3 γρ οὗ supra ὃ Μ ὃ VUIMo Monnier γρ ὃ in marg Α 8 τῇ πυκνότητι om U inser Ι2 9 ταῦτ’] ταῦτα νῦν Ι (νῦν tamen inser m2) et Fabr 10 καὶ inserui e V 11 οὐδεὶς οὐδὲν V οὐδὲν om Μο inser I2 οὐδ᾿ cum rasura duarum litterarum U | οὐδεὶς om U 14 νῦν Μο 15 τε om BMV | καὶ καθ’ ἡμέραν om ΒΜ καὶ om UI Fabr καθ᾿ ἡμέραν e καθἠμεραν corr Mo2, post λέγεσθαί μοι Fabr καθημέραν AV 17 οἱ del? 18 οἷς] εἰς Μο | ἐλυμήναντο Μο 19 δ’ Re 20 ἐν δόξῃ] ἔνδοξοι U 22 ὅσονπερ] ὅσονπερ καὶ Fabr ὅσον πῶς Mo πράττουσι παρὰ τὴν ἀξίαν ἀηδής εἰμι καὶ βαρὺς ταῦτα R 181 λέγων, | τοῖς δ’ ἐξ εὐδαιμόνων κατενεχθεῖσι κεχα- ρισμένος, οἷα δὴ συναχθόμενός τε καὶ πεπληγμένος ταῖς ἐκείνων συμφοραῖς. διὰ τί οὖν, ὅταν με βαρὺν καλῶσιν, οὐ προσδιορίζουσι μικρόν τι προστιθέντες τὸ σφίσιν· οὐ γὰρ ἅπασί γε ἐγὼ βαρύς, ἀλλ’ οἷς τὰ κακὰ τῶν πολλῶν ἀγαθά. πᾶσι μὲν οὖν ὢν βαρὺς ᾐσχυνόμην ἂν τοῖς λεγομένοις, εἰ δὲ τοῖς οὕτως εὐτυ- χηκόσι, σεμνύνομαι· οὓς ἡδέως ἂν ἐροίμην, πό- τέρα με ψεύδεσθαί φασι τοῖς ἐπαίνοις τουτοισὶ καὶ τοῖς ψόγοις ἢ οὔ. εἰ μὲν γὰρ ψεύδεσθαι, δειξάτωσαν, ὡς οὐκ ἀμείνω ταῖς πόλεσι τὰ πρόσθεν· εἰ δ’ ἀληθεύ- ειν, τί χαλεπαίνουσι; τί δ’ οὐχὶ τὴν ἀλήθειαν βαρεῖαν καλοῦσιν, ἀλλὰ τὸν ἑπόμενον ἐκείνῃ βαρύν; οὐ γὰρ ὁ ἐμὸς λόγος τὰ πράγματα πεποίηκεν, ἀλλ’ ὑπὸ τῶν μάτων οἱ λόγοι τοιοῦτοι γεγένηνται. εἶπον, ὅτι πάλαι πολλαὶ θυσίαι καὶ μεστὰ τῶν θυόντων τὰ ἱερὰ καὶ θαλίαι καὶ αὐλοὶ καὶ ᾠδαὶ καὶ στέφανοι καὶ πλοῦ- τος ἐν ἑκάστῳ κοινή τις οὗτος τοῖς δεομένοις ἐπικου- ῥία. τί οὖν ἐψευσάμην; καὶ νῦν τοὺς νεὼς ἴδοι τις ἂν τοιούτους; μᾶλλον δέ, ἴδοι τις ἂν πενίαν ἑτέρωθι τοσαύτην;