εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυ- γεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότ’ οὖν ἢ διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ; ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπι- στρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν καὶ γελᾶν ἑτέρους ποιεῖν. τοσοῦτον δὲ ἀπέχω ταύτης τῆς αἰτίας, ὥστ’ οὐδὲ πρὸς τοὺς φοιτῶντας τοιοῦτος γεγένημαι, ἀλλ’ ἡδονήν τινα τὴν ἀπὸ τῆς ἡμερότητος καταμιγνύω τῷ πράγματι, δι’ ἣν οὐδὲν δέο- μαὶ πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον ἐδυνήθησαν οὔτ’ ἐκλήθησαν ὃ νῦν ἐγώ. 1 εἰς ἡμᾶς Μ | δρόμον alterum cancelllavi 3 ἐνεργασά- μενον Μο 4 οὐδ’ ὅτι οὖν acuto supra ὁ et spiritu leni supra υ eraso Α οὐδ’ ὅτι οῦν C οὐδ’ ὁτιοῦν PBMUI | signum inter- αἱ ύες regationis om Re 6 εἰ] ἢ Μο 7 ἀπὸ Re 8 ἡ ὀφρὺς Μο ἡ ὀφρὺς UI ὀφρὺς Fabr 10 τοῦτον Fabr 11 τῷ inser I2 15 ἐπὶ Mo | γε in ras I3 ante ε una littera erasa in U δὲ Μο | πραγμάτων προνοίας ΒΜ 18 ὥστε ΒΜ | τοὺς om UI 22 τοσοῦτο edd 23 οὔτε Μο 21. Τί δ’; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς μὲν ἄλλους δι᾿ ἑκάστης ἡμέρας ἠξίουν παρ’ ἐμὲ βαδί- ζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδ’ ἀπαλλάττε- σθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν τὰρ πρέπειν τὴν λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν.