καίτοι τοιούτου γε οἷονπερ οἵδε φασὶν ἀνθρώπου τί ποτ’ ἦν; πάντα τόπον καὶ καιρὸν ἐμπι- πλάναι τῶν τοιούτων ῥημάτων καὶ ἡμέρας γε ἑκάστης, τοτὲ πρὸ μεσημβρίας, τοτὲ μετ’ ἐκείνην. 17. Καὶ μὴν καὶ ὅστις γε εὖ ποιήσας πολλάκις μνημονεύει τῆς χάριτος, βαρύς, εἴπερ ἐγγὺς μὲν τοῦτο τοῦ ὀνειδίζειν, λυπηρὸν δὲ ἐκεῖνο. σκοπῶμεν τοίνυν, εἰ μὴ εὖ πεποίηκα τὴν ἐμαυτοῦ, δεσμὸν μὲν ἰσχυρὸν ἀπορρήξας, ᾧ με κατέδησε βασιλέως ψῆφος οὗ πάντες 4 cf. or. Ι § 25 19 cf. p. 120, 5; 132, 5 sq. 11 οὐ καλῶς ἔχει V 1 ἀπεστόμισα Μο | κατέβαλλον UI 3 τῇ Διονύσου? i. e. Nicaea cf. p. 107, 8 5 κατέστησαν eraso ν Μο 6 ταῦτ’ V | ἐλλὸν ἐπαγγελλόντων Μο 7 ἀπήγγειλον Μο | γέ μου A et in γε ἐμοῦ corr P2 10 δὲ Re 11 τοιούτου scripsi τοῦτο libri Fabr τοῦ Re | οἶδε V 12 loco vocis ἀνθρώπου rasura quattuor litterarum in U | ἐμπιπλάναι in marg, ἐμπιμπλάναι in textu Μο 13 τοῖον in τοιούτων in ras P3 | γε om U inser Ι2 14 τοτὲ scripsi bis cum ι τὸ τὲ U τό τε reliqui libri edd | ρο in πρὸ in ras P3 15 μὴν καὶ om U καὶ in ras I2 16 βαρύς Fabr Re βαρὺ libri 19 οὗ] οὐ Μο ὃν Ι Fabr ἴστε, δραμὼν δὲ ὡς ὑμᾶς οὐκ ἀκίνδυνον δρόμον δρό- μον], ἐναντίον τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ, ἐπίδοσιν δὲ λαμπρὰν τοῖς λόγοις ἐνεργασάμενος. ταύτην οὖν προ- φέρων τῇ πόλει τὴν εὐεργεσίαν οὐδοτιοῦν | ἀνῆκα; R 178 καὶ τίς οὕτως ἀναιδής, ὅστις εἰπεῖν τολμήσειεν ἄν; Ἀλλ᾿ ἡ βάδισις φορτική. ποία, πλὴν εἰ τὴν παρὰ τοῦ νοσήματος λέγοι τις; ἀλλὰ τὸ βλέμμα, ἀλλ’ αἱ ὀφρύες, ἀλλ᾿ ἡ φωνή. οὐ τὸν ἐπίχαρίν με καλεῖν εἰώθατε; ταῦτ’ οὖν οἷόν τε τὰ ὀνόματα συνελθεῖν, ὥστε τὸν αὐτὸν τοῦτό τε καὶ βαρὺν ἐν δίκῃ καλεῖσθαι; εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυ- γεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότ’ οὖν ἢ διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ; ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπι- στρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν καὶ γελᾶν ἑτέρους ποιεῖν. τοσοῦτον δὲ ἀπέχω ταύτης τῆς αἰτίας, ὥστ’ οὐδὲ πρὸς τοὺς φοιτῶντας τοιοῦτος γεγένημαι, ἀλλ’ ἡδονήν τινα τὴν ἀπὸ τῆς ἡμερότητος καταμιγνύω τῷ πράγματι, δι’ ἣν οὐδὲν δέο- μαὶ πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον ἐδυνήθησαν οὔτ’ ἐκλήθησαν ὃ νῦν ἐγώ. 1 εἰς ἡμᾶς Μ | δρόμον alterum cancelllavi 3 ἐνεργασά- μενον Μο 4 οὐδ’ ὅτι οὖν acuto supra ὁ et spiritu leni supra υ eraso Α οὐδ’ ὅτι οῦν C οὐδ’ ὁτιοῦν PBMUI | signum inter- αἱ ύες regationis om Re 6 εἰ] ἢ Μο 7 ἀπὸ Re 8 ἡ ὀφρὺς Μο ἡ ὀφρὺς UI ὀφρὺς Fabr 10 τοῦτον Fabr 11 τῷ inser I2 15 ἐπὶ Mo | γε in ras I3 ante ε una littera erasa in U δὲ Μο | πραγμάτων προνοίας ΒΜ 18 ὥστε ΒΜ | τοὺς om UI 22 τοσοῦτο edd 23 οὔτε Μο 21. Τί δ’; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς μὲν ἄλλους δι᾿ ἑκάστης ἡμέρας ἠξίουν παρ’ ἐμὲ βαδί- ζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδ’ ἀπαλλάττε- σθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν τὰρ πρέπειν τὴν λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν. καὶ μὴν πάλαι μὲν ἑωρώμην θέων ἐπὶ τὰς θύρας R 179 τῶν ἀσθενούντων καὶ κλίμακας, | νῦν δὲ φερόμενος, τὰ μὲν ἵππῳ, τὰ δὲ χερσὶν οἰκετῶν. καίτοι τίς οὐκ ἂν ἱκανὴν ἔχειν ἀπολογίαν ἡγησάμενος τό τ’ ἐν τοῖς ποσὶ κακὸν τό τε γῆρας ταύτης αὑτὸν ἀφῆκε τῆς τα- λαιπωρίας; ἀλλ’ οὔτε τοῖς οὐκ ἐπισκεψαμένοις με κά- μνοντα τοῦτο πώποτε ἐμεμψάμην αὐτός τε καὶ παρὰ δύναμιν πολλάκις ἧκον ἐπισκεψόμενος. 23. Τί λοιπόν; ἐν ταῖς ἐπιδείξεσιν εἰμὶ βαρύς, τὸν μὲν ἀεὶ γιγνόμενον κρότον, κἂν ᾖ πολύς, ὡς ἐλάττω τοῦ δέοντος αἰτιώμενος, ταῖς δ’ εἰωθυίαις φωναῖς προσ- τιθέναι καινὰς ἀξιῶν, τὰς δὲ εὐφημίας, ὥσπερ λίθι- νος, δεχόμενος καὶ οὔτε ὀφθαλμοῖς οὔτε χειρὶ τοὺς ἐπαινέτας οὔτε μειδιάματι τιμῶν;