ΠΡΟΣ ΤΟΤΣ ΒΑΡΥΝ ΑΥΤΟΝ ΚΑΛΕ R 171 ΣΑΝΤΑΣ. Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι περὶ ἡμῶν. ὁ δ’ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς, ἐπιστεύετο δ’ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγα- θὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκού- σας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ | τὰ οὐκ εἰρημένα πλά- R 172 σᾶι ἄν ποτε κατ’ ἐμοῦ. προκαλοῦμαι τοίνυν αὐτοὺς εἰς ἔλεγχον καὶ ἀξιῶ δεῖξαι τοῖς εἰρημένοις ἀληθείας τι μετόν· ἀλλ’ οὐχ ἕξουσι. Α = codex Augustanus (Monacensis gr. 483) C = codex Chisianus Ρ = codex Palatinus 282 Β = codex Barberinus Μ = codex Marcianus 437 V = Vindobonensis U = Urbinas 126 Ι = Marcianus (olim S. Ioannis et Pauli) XCI 2 Mo = Monacensis 101 Fabr = editio Fabriciana Re = Reiskius 4 καὶ δείκνυμι καὶ δεικνύω V 4 ἀγγέλλων Α 7 ἀπεῖχεν, sed ν erasum A | τὰ] τ cum rasura unius litterae U | οὐκ om U inser Ι2 10 τί ABVI Μο | μετόν corr in μεστόν C s με τὸν Μο μεστὸν Fabr quod corr Toupius, Emend. in Suidam et Hesych. t. IV 177 2. Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώ- πων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλ- θεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος. οὐ γὰρ δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρ’ ὧν ἂν ἐπυνθα- R 173 νομὴν. | τὶ οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν ὤν ἠπιστάμην σωφρονεῖν, προιούσης δὲ τῆς ἡλικίας διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν, εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν καὶ ἐπανορθοῦν ὁ χρόνος. ἀλλ’, οἶμαι, τοιοῦτόν ἐστιν· ἅπαντα τἄλλα διεξεληλυθότες, καθ’ ἕκαστον αὐτῶν ἐρυ- θριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθη- σὰν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη λόγος. 6. Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέ- 1 θαυμάσαι Α in marg αὐτοὺς ἔροιτο CAV et in marg P3 et Μο Re | τίς ΡΜο 4 παρ’ ΒΜΙΜο edd 6 μόνον ουκ eraso acuto et spiritu leni Α μονονοὺκ CB 7 ὢ in μωράνασι in ras Ρ2 9 ἐλάνθανεν ἄν Monnier 10 τἆλλα C et m. rec. in τἆλλα corr A 11 ante πολλοὶ duae litterae (sine dubio quae in Vat. 82, οἱ) erasae inI 12 τί — 13 ἠπιστάμην Μο2 in marg | τί οὖν χρὴ libri Fabr corr Re 14 με Μο in marg et m. rec. corr e μὲν Α et P2 in ras μὲν VMo 17 καὶ ante καθ. V et Fabr καθέκαστον V τριος; οὐχ ὁ κοινός; οὐχ ὁ καὶ τὰς τῶν πενεστά- των προσρήσεις προσρήσεις ἀμειβόμενος τοῖς ἴσοις; ἔστιν οὖν ὅστις ἂν ἐκείνοις αὑτὸν ἴσον ἐν οἷς ἔξεστι ποιῶν τῶν ἐν τέλει καὶ δυνατῶν κρείττων ἂν ἀξιώσειεν εἶναι; οἳ φιλοῦσι μέν μου καὶ ὀφθαλμοὺς καὶ κεφαλὴν καὶ χεῖρας, εἰ καὶ μὴ σφόδρα φιλοῦσιν αὐτόν, ἔχοντες δ’ οὐδὲν ἔλαττον ἀπέρχονται. ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν ἑλκόντων με παρ’ | ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον R 174 ὑπακούσας φαίνομαι.