ΠΡΟΣ ΤΟΤΣ ΒΑΡΥΝ ΑΥΤΟΝ ΚΑΛΕ R 171 ΣΑΝΤΑΣ. Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι περὶ ἡμῶν. ὁ δ’ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς, ἐπιστεύετο δ’ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγα- θὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκού- σας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ | τὰ οὐκ εἰρημένα πλά- R 172 σᾶι ἄν ποτε κατ’ ἐμοῦ. προκαλοῦμαι τοίνυν αὐτοὺς εἰς ἔλεγχον καὶ ἀξιῶ δεῖξαι τοῖς εἰρημένοις ἀληθείας τι μετόν· ἀλλ’ οὐχ ἕξουσι. Α = codex Augustanus (Monacensis gr. 483) C = codex Chisianus Ρ = codex Palatinus 282 Β = codex Barberinus Μ = codex Marcianus 437 V = Vindobonensis U = Urbinas 126 Ι = Marcianus (olim S. Ioannis et Pauli) XCI 2 Mo = Monacensis 101 Fabr = editio Fabriciana Re = Reiskius 4 καὶ δείκνυμι καὶ δεικνύω V 4 ἀγγέλλων Α 7 ἀπεῖχεν, sed ν erasum A | τὰ] τ cum rasura unius litterae U | οὐκ om U inser Ι2 10 τί ABVI Μο | μετόν corr in μεστόν C s με τὸν Μο μεστὸν Fabr quod corr Toupius, Emend. in Suidam et Hesych. t. IV 177 2. Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώ- πων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλ- θεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος. οὐ γὰρ δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρ’ ὧν ἂν ἐπυνθα- R 173 νομὴν.