ἐλεεῖ τὸν σοφιστὴν ὁ δικαστής, καὶ οὐκ ἐμεμψάμην τὸν οἶκτον· ἐμοὶ γὰρ εἴη τὸν ἐχθρὸν εἰς R 45 συγγνώμην καταφεύγοντα ἰδεῖν καὶ | οὐδὲν ἂν ἑτέρας δέοι δίκης, καὶ δὴ καὶ φίλον εἶναι βουλόμενον οὐκ ἀτιμάσω· ὅστις δὲ αἰσχυνόμενον τὸν ἡμαρτηκότα ὁρῶν προσαπολέσαι βούλοιτ᾿ ἄν, θηριώδης τε οὗτος καὶ οὐκ αἰσθανόμενος, ὡς ἀνθρώπῳ γε ὄντι γένοιτ᾿ ἄν ποτε ἴσως εἰς τὴν τῶν ὁμοίων χρείαν πεσεῖν. ἀλλ’ οὐχ οἱ πρὸς πρὸς ἐκεῖνον οὕτως, ἀλλ’ ὁ μὲν ἀπαντῶν ἐξετρέπετ’ αὐτόν, τῷ δὲ πρόνοια μὴ ἀπαντῆσαι, τὸ δὲ μὴ κεκολάσθαι τοῖς προσήκουσι τὸν ὑβριστὴν ἤδη τινά τι καὶ ἀπορρῖψαι εἰς τὸν ἐψηφισμένον καίτοι σφόδρα ἀγαπώμενον ἠνάγκασε. πιεζόμενος δὴ πολλαχόθεν καὶ οὐκ ἀποχρώντων οἱ τῶν λόγων ἄλλως τε καὶ τοῦ τρόπου προσδιαβεβλημένου τρέπεται ἐπ’ ὠνὴν τῶν νέων, χρημάτων οὐ φειδόμενος πολλῶν οἱ προσιόντων ἐκ γῆς· οἱ δὲ δέχονται μὲν τὸ διδόμενον, 19 σφᾶς δὲ αὐτοὺς οὐ προΐενται, ἀλλ’ εἰς μέσον τε τὸ R 46 ἀπόρρητον | ἤγετο καὶ γέλως διὰ τῆς πόλεως ἐχώρει, οἷα μὲν ἐμεμηχάνητο, οἷα δὲ ἤλπισεν, οἷα δὲ ἐπεπόν- 1 αὐτοῦ libri et edd 3 post γὰρ rasura 2 litterarum in A num γάρ ἀρκεῖ? 4 καταφυγόντα L 7 βούλοιτο ACPBL edd 9 ἴσως] οὗτος Β | ἐμπεσεῖν L | οὐχὶ Βιθυνοὶ Β 10 ὁ — 11 πρόνοια] οἱ μὲν γὰρ τῶν Βιθυνῶν ἐξετρέποντο αὐτὸν ἀπαν- τῶντα, οἱ δὲ προὐνοοῦντο Ferr in marg quae in textum recepit Mor cancellis inclusa aeque ac quae addidit: μὴ ἀπαντῆσαι αὐτῷ. ἤδη δὲ καί τις ἠναγκάσθη ὑβρίσαι καὶ τὸν ψηφισάμενον αὐτὸν μηδὲν παθεῖν· καίτοι πολλὰ ἀγαπώμενον· τοσοῦτο φησὶν] ἐμισεῖτο ὑπὸ πάντων Βιθυνῶν ὁ σοφιστὴς ἐκεῖνος ἐκεῖνος om- nia Re 11 αὐτόν scripsi coll. Dem. fals. leg. § 226 p. 411, 12 οὕτος ἐκτρέπεταί με νῦν ἀπαντῶν ἂν libri et edd 13 ἀπορ- ρίψαιεν τὸν L 14 ἠνάγκασεν A ἠνάγκασας L 18 προσ- ιόντων L et Re προσόντων reliqui libri Ferr Mor θεῖ. ὡς δὲ αὐτῷ μόνος Βιθυνῶν συνελάμβανεν ἀνὴρ εἰς ὅ,τι ὁρμήσειεν ἀπαύστῳ φιλονεικίᾳ χρώμενος φήσας ἐν τῷ περὶ τουτωνὶ τῶν δώρων λόγῳ τε καὶ ἐλέγχῳ καὶ γέλωτι μηδὲ τὸ τῆς αὐτοῦ γυναικὸς ὄνομα σεσιγῆσθαι ὡς δὴ τοῦ τε ἔργου κεκοινωνηκυίας τῶν τε ἀνηλωμένων, ἐπὶ ζεῦγος ὁρικὸν ἀναβὰς ἤλαυνεν ἐπὶ Καππαδοκίας παρὰ ἄρχοντα φίλον εἰδότα χάριτι βλάψαι νόμον, νέω δὲ ἄρα τώδε πάντα ἀλλήλοιν Ἀθή- νησι κεχαρισμένω διὰ τέλους ἔμελλον τοῦτο ποιεῖν. ὁ δὲ παρασκευῆς τε αὐτὸν τῆς πρὸς τὸν Περσικὸν πό- λεμον ὃς τότε ἦν, ἑτέρων τε προμηθείας οὐ μείονος ἀξίων μένειν ἀναγκαζόντων πάντα τὰ μέγιστα μικρὰ ἡγησάμενος ἀναστὰς ἐφέρετο γυμνῷ τῷ ξίφει προ- πέμψας στρατιώτην, ᾧ χρῆν με εἰς Νικαίαν ἕπεσθαι τῶν νέων ἄγοντα ἑπτὰ τοὺς ὅτι μὴ σφᾶς αὐτοὺς ἀπέ- δοντο, ἠδικηκότας. Νικομηδεῖς μὲν οὖν ἡμᾶς ἔτι ζῶντας ἐπένθουν, ὥσπερ οὖς εἰς τὸν λαβύρινθον ἔπεμ- πον Ἀθηναῖοι. σωτὴρ δὲ ἄρα ἡμῖν | ἔμελλε τῆς Τύχης R 47 βουλομένης Ἡρακλῆς ὁ Δῖός ἔσεσθαι καὶ προὐδήλου γε, ὅ ποιήσει καὶ ὡς σβέσει τὴν πυράν, ὀνείρατι· πυρὰν γὰρ δὴ μεγάλην ἐν μέσῃ τῇ Νικαίᾳ τῶν τινα Ἀντι- σθένους μιμητῶν ἐδόκουν ἐφιζάνοντα σβεννύειν καὶ εἶναι κρεῖττον τοῦ πυρὸς τὸ σῶμα. θαρρῶν δὴ τοῖς 7 p. 116, 15 21 p. 116, 11 17 Plut. Thes. 17. 2 ἀνὴρ — χρώμενος citat Plan fol 21 5 ε in κεκοινω- νηκυίας in ras C2 7 post παρὰ rasura duarum litterarum in A 8 νέων Re | τῶδε L 9 διατέλους BV 11 ἑτέρω L 12 ἀξιῶν L 13 γυμνὸς Β 16 ἁ in ἠδικηκότας in ras C2 | Νικομηδεῖς — 18 Ἀθηναῖοι citat Plan fol 21 | Νικο- μηδεῖς ἐκεῖνοι Plan | ἡμᾶς om L 18 ἡμῖν ἄρα Β 20 ποιή- σοι V | σβέσοι V 21 γὰρ] μὲν L | ν in νικαία in ras Ρ2 τε ἀπὸ τῆς ἀληθείας τῇ τε ἐπαγγελίᾳ τῆς ἐπικουρίας ᾔειν· οἱ συνήγοροι δὲ ἡμῖν μέχρι Λίβου μὲν ἧκον, αὐτοῦ δὲ καταδύντες ἀπεσκόπουν, ὅπη τὸ πρᾶγμα πε- σεῖται, καὶ ἀναφανέντες ἐπὶ τῷ τέλει συνέχαιρον, ὥσπερ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐν Μαραθῶνι μάχην τοῖς Ἀθηναίοις. ἦν δὲ ἄρα κἀκεῖνο Ἡρακλέους τὸ ἔργον, ὃς καὶ ἡμῖν τὸ νέφος ἀπέωσεν· ᾖδον μὲν γὰρ ἀλεκτρυόνες καὶ ἐκήρυττον οἱ κήρυκες, ἐκρούετο δὲ ἡ 9 θύρα καὶ ὅτῳ μέλει τῶν τοιούτων ἐβόα καταβαίνειν. R 48 ἐκαθήμεθ’ οὖν ἐν μυροπωλείῳ | τινὶ τὸν καιρὸν ἀνα- μένοντες Ἄλκιμός τε καὶ ἐγώ τὸν Ἄλκιμον τοῦτον θεοῦ τινος ἔγωγε παῖδα ἡγοῦμαι γεγονέναι, μὴ γὰρ ἂν ἐξ ἀνδρὸς φῦναι τοιοῦτον). σμικρὸν δὴ πρὸ μεσημ- βρίας οὐδενὶ κόσμῳ κεκραγὼς ὁ συκοφάντης ἔστειχεν ἡμιμανὴς κεκρατῆσθαι τῇ βαφῇ καὶ Φιλάγριον λέγων, ἡμῖν γε οὐ συνετὰ λέγων.