ἴστε, οἷόν τι τὸ τῶν εἰς Κρήτην ἀγομένων Ἀθήνηθεν δεῖπνον ἐσομένων τῷ ἐν λαβυ- ρίνθῳ τέρατι. περὶ δὲ τοῦ βέλους τοῦ κεκομικότος τοῖς Ἀχαιοῖς τὴν νόσον καὶ παρὰ τῶν πρώτων τῆς Ἰλιάδος ἠκούομεν, ὡς ἀντὶ τῆς εἰς ἔνα ὕβρεως πολλῶν ἔδει πυρῶν τοῖς Ἕλλησιν εἰς τοὺς ἀποθνήσκοντας. καὶ ἦν μακάριος ὁ Χρύσης τοσούτῳ κακώ τιμώμενος.