ἐμοὶ δὲ ἀκούοντι ταῦτα καὶ μετὰ ταῦτα ὁρῶντι δεῦρο κεκομισμένον περιειστήκει μὲν ὁ R 168 τῆς τοῦδε μητρὸς θάνατος, περιειστήκει | δὲ τὸ μηδὲ † ἐπὶ κλίνης τὸ γένος ἐξεῖναι ἀπ’ ἐκείνης κινεῖσθαι† πόδες τε καὶ χεῖρες, εἶπέρ ποτε, ἀπειρήκεσαν. θεῶν δὲ δω- ρεαί, λόγων ἔμενον ἐν τῷ στόματι τύποι, ὁποῖοι πρό- τερον, καὶ τοῦτ’ ἦν τὸ μὴ παρασχὸν τοῖς πολεμίοις λαμπρῶς ἤδη παιανίζειν. θεάτροις μὲν οὐκ ἦν χρῆσθαι, ὅ δὲ πρὸς τοὺς ἐν τῷ μανθάνειν, ἐπληροῦτο κατὰ τὸν νόμον.