ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ R 165 πορευόμενος καὶ ἅμα τοῦ πράγματος παραινοῦντος) χαίρειν ᾤμην δεῖν τὸν κλῆρον ἐᾶν, οἱ δὲ σεμνολογού- μενοι πλείους ὄντες καὶ πιθανώτεροι στένοντες, εἰ ἄτιμος Ὀλύμπιος κείσεται φυγόντος ἐμοῦ τό τε ὄνομα τό τε ἔργον. καὶ προσῆν τις ἐλπὶς εἶναί τι ἐν τοῖς δανείσμασιν ἰσχυρόν, ἦν δὲ οὐδὲν οὐδαμοῦ.