καὶ τοῦτο μεταξὺ συνεβεβήκει θανά- τοιν παιδίου τε καὶ ἀνδρός, ἀνδρὸς μέν, ὅς μοι συνεῖχε τὸ ποίμνιον διακονίᾳ τε καὶ πόνοις, παιδίου δέ, ὅ μοι τὰ ἀπὸ τοῦ καμάτου λύον μετὰ ῥώμης πάλιν ἐπὶ τὸ 19 κάμνειν ἦγε. τὰ μὲν δὴ Ὀλύμπια | ἐποιεῖτο τῷ Ὀλυμπίῳ R 120 Διί, λόγος δὲ ὁ ποιηθεὶς εἰς τὴν πανήγυριν ἔκειτο, ἐμὲ δὲ τά τε ἄλλα ἔτηκε καὶ ἀγρυπνία. διὰ πι- κροῦ δὴ τοῦ θέρους τοῦδε οἶδα ἐλθών. σκληρὸν δέ μοι καὶ τὸ ἐπὶ τούτῳ. παιδίον γὰρ ἕτερον, ὃ σὺν 1 κακῶν scripsi e VL κακὸν ACP edd om Β 2 οἰκείων L 3 ἦν om L | δὲ ἐν] ἐν δὲ L 5 ἔπεμψεν Ferr Mor 7 πάθος post συνέβη Ferr in marg Mor, expunxit Re 8 ἢ] ἐν L 10 τε] μὲν L | ἦν καὶ χαμαί. scripsi cum Sieversio p. 152 e VL ἠν, καὶ χαμαὶ π reliqui libri edd | καὶ inserui e VL 11 περι- κυλισθεὶς coni Mor | ὑπὸ del Ferr in marg Mor 12 δ’ V 16 συνεβεβήκει Ρ sed υνεβεβή in ras m2 17 μὴ Ferr Mor 19 τοῦ om L | λῦον? cf. 166, 13 20 ἦγεν sed ν erasum C 22 ἕστηκε L 23 τοῦ δὲ L ἐκείνῳ τέ με ἐκούφιζε καὶ μετ’ ἐκεῖνο τὸ αὑτοῦ μέρος παρείχετο, γάμων εἵνεκα ἐλθὸν εἰς ἀγρόν, ἐν ᾧ καῦμά τε οὐ φορητὸν ὕδωρ τε πονηρόν, συλλέξαν νόσον, ἐπανῆκον θνήσκει. ἐπὶ δὴ τούτοις πολλάκις ἤκουσαν οἱ θεοὶ τὸ ὦ θεοὶ βοῶντος. 186. Τὴν Τύχην δὲ αὖθις ἐπῃνέσαμεν καρτέριόν τε καὶ τοὺς ἐπ’ αὐτὸν καταφυγόντας καταγελάστους ποιήσασαν. ὁ μὲν γὰρ ὡς ἐγκαταστήσων ἐνταυθοῖ δι- δάσκαλον τὸν λοιμὸν Γερόντιον γνώσει βασιλέως ἀνα- λαβὼν ἦγεν εἰς Θρᾴκην μέγας ἐλπίζων ἐν βασιλείοις ἔσεσθαι, τῆς ἀνοίας δὲ αὐτοῦ πολλαχόθεν ἐξελεγχθείσης, δι’ ἣν οὐδὲ ὑβρίζειν ὤκνει τοὺς βασιλεῖ τιμίους, ὁ R 121 μὲν ὠθούμενος | ἐμβὰς εἰς πλοῖον ἐπ’ Ἰταλίας ἔπλει τῆς ἀτιμίας τῆς ἑαυτοῦ μηνυτής. ὁ δὲ ὀρχηστῇ μισθώσας ἑαυτὸν ὁ σοφιστὴς εὐημερίας πραττόμενος χρυσίον, τελευτῶν φεύγων τοὺς ἀντιτέχνους τοὺς τὸν μισθὸν οὐ διδόντας εἰς Σελεύκειαν κομίζεται καὶ δεῦρ’ ἀναβὰς ἐν σκότῳ διὰ δέος ἐπὶ τὴν κεκλεισμένην αὐτῷ πατρίδα ψηφίσμασιν ὑπ’ ἀνάγκης ἔρχεται, τὸν ἠδικη- μένον ἱκετεύσων ῥήτορα. ἐνταῦθα ἔφη τις μέλειν ἐμοῦ τε καὶ τῶν ἐμῶν τῇ Τύχῃ. ἡ δὲ ἐπεισήνεγκε τῇ ἑορτῇ πένθος, ἡλίκον οὐ πρότερον, Εὐσεβίου τε- λευτήν· ὁ δὲ ἦν τῶν ἐμῶν ἀγαλμάτων τὸ κεφάλαιον, ὥστε ᾤμωξε μὲν ἡ γῆ τεθνεῶτος, ᾤμωξαν δὲ αἰ νῆσοι· καὶ γὰρ ἀφῖκτο πανταχοῖ λόγος τρόπων τε πέρι τῶν 1 spir. asper in αὑτοῦ in ras P2 et Cn αὐτοῦ AL 2 γά- μου Mor 3 num πονηρὸν συνέλεξαν? 4 ἐπὶ δὴ] ἐπειδὴ L | ἤκουον Mor 5 ο alterum in βοῶντος in ras Cn 8 διδασκά- λου L 11 ἐξελεχθείσης Α ἐξελεγθείσης L 12 ὤκνει] ἴδει Β | βασιλεῖς Mor 14 αὐτοῦ L 18 κεκλειμένην Ρ κεκλη- μένην L 20 σωτῆρα L | τίς L 21 τε del Ferr in marg Mor | ἥ BV ἥδε Ferr Mor | ABVL om Ferr Mor 25 παν- ταχῆ Β πανταχοῦ V | τὲ περὶ Β ἐκείνου καὶ λόγων ἡγοῦντό τε οὐδένα ἐκείνῳ προσό- μοιον ὑπὸ τῆς ἀκτῖνος ἐφορᾶσθαι τοῦ θεοῦ. καὶ διείλεγμαι δέ, ἴσως οὐ φαύλως, περὶ αὐτοῦ λόγον ἀπελθόντι ποιήσας, ὥστε εἶναι τοῖς | ἔπειτα μαν- R 122 θανεῖν, οἷός τις ἦν. τὸ δ’ οὖν τῆς λύπης μέτρον ἐξεπίσταται Εὐμόλπιος, ὅς μοι παρακολουθῶν ἐπανή- γαγε τὸν νοῦν ὑπ’ αὐτῆς ἐξελαυνόμενον διεξιών, ὁπόσον τι ἀνθρώπῳ τὸ παραφρονεῖν κακόν.