ἓν ἐνῆν ἐκείνοις μέτριον, ὅτι μήτε τοὺς λόγους μήτε τοὺς νέους ἐφεύγομεν· αὐτὸ γὰρ δὴ τοῦτο ἦν ἡ παραψυχὴ| 4 τὸ ὡς ἥδιστα περὶ ταῦτα πονεῖν οἴκοι τε ἐπὶ τῆς R 96 κλίνης ἐπί τε τοῦ σκίμποδος ἐν τῷ διδασκαλείῳ· τὸ δὲ ἐφ’ ἑκάτερον κομισθῆναι παρακινδύνευσις, αἱ δὲ ἐπιδείξεις ἐκποδών, ἀηδὴς δὲ φίλος προσιών. ὥσπερ δὲ οἱ πελάγη διαβάλλειν μέλλοντες καλοῦσι Διοσκού- ρους, οὕτως ἡμῖν οἴκοθεν ἐξιοῦσιν ἐκαλοῦντο θεοὶ κωλυταὶ γενέσθαι τῶν ἐν ἐλπίσιν ἀσχημόνων. καὶ ὁ κλύδων οὗτος ἔτη τέτταρα ἐπεκράτει, καὶ καταφεύγω δι’ πρὸς πρὸς τὸν ἕτοιμον ἀμύνειν, τὸν μέγαν Ἀσκληπιόν, καὶ φράσαντος οὐ καλῶς ἀφεστάναι με τῶν εἰωθότων πίνω τε οὗ πάλαι φαρμάκου, καὶ ἦν μέν τι κέρδος, οὐ μὴν παντελῶς γε ἐξελήλατο τὸ κόν. ἴφη δὲ ὁ θεὸς καὶ τοῦτο χαριεῖσθαι. ἐγὼ δὲ ᾔδειν μέν, ὡς οὐκ εὐσεβὲς ἀπιστεῖν ἐγγυητῇ τοιούτῳ, θαυμάζειν δὲ ὅμως παρῆν, εἰ καὶ ταύτης εἶναί ποτε δόξαιμι τῆς χάριτος ἄξιος. καὶ ἦν μὲν ἔτος ἕβδομον ἐπὶ τοῖς πεντήκοντα λῆγον ἤδη, τρισὶ δ’ ἐνυπνίοις ὁ 8 Ion trag. fr. 56 Ν apud Plut. de tranqu. anim. 3 p. 466 D 2 ποιούμενοι P, sed ι alterum in ras m4 ποιούμενος AC Ferr Mor 3 ἐνῆν scripsi cum Re Anim ἢν libri edd 4 γὰρ om VL | δὴ om Β | ἦν] οὖν Re 6 ἐπί τε scripsi e V ἐπὶ δὲ reliqui libri edd | ἐν] γρ ἐπὶ Mor in marg 7 ἕτερον Ρ sed ἔ m3 in rasura trium litterarum et Β 9 διαβάλλειν scripsi e VL coll III 387, 21 τοῖς τὰ πελάγη διαβάλλουσιν et Demetr. com. fr. II 876, 2 Μ apud Athen. III 109 Α διαβαίνειν ACPB edd 13 τὸν (prius) VL Ferr in marg Mor om ACPB del Re 15 οὐ L | παλαιοῦ L et in πάλαι corr C 18 τοσούτῳ V et γρ Mor in marg 19 ὅπως L et in δμὼς corr C2 | εἶναί με ποτε L 21 δὲ VL θεός, ὧν τὼ δύο μεθημερινώ, μέρος οὐ μικρὸν ἑκάστῳ τοῦ νοσήματος ἀφῄρει καὶ κατέστησεν εἰς τοῦτο, ὃ μήποτε ἀφέλοιτο. οὕτω δὴ τοῦ βασιλέως ἥκοντος 4 τὴν αἴγλην τήν τε ἀπὸ τῶν ὅπλων τήν τε ἀπὸ τῶν | R 97 δρακόντων ἠχώ τε ὀργάνων ὑπέμεινα συμμιγῆ, μηδ’ ἂν διηγουμένου πρότερον <ἀνασχόμενος>. καὶ οὐ πολὺ ὕστερον δῶρον αὐτῷ λόγον εἰσῆγον, ἐφ’ ᾧ πλέον ἢ ὅτε τὰ ἔργα ἔπραττεν ἡσθῆναι βασιλεὺς ἐδόκει. καίτοι τῶν μειζόνων γε ἀνήκοος ὧν ἐν Σκύθαις ἐπεδέδεικτο ἐμεμενήκει. τοῦ γὰρ δὴ ἡμίσεος διὰ μῆκος ἀναβεβλη- μένου δείσαντες οἶς οὐκ ἄμεινον τέρπεσθαι λειμῶσιν ἀληθινοῖς τὸν βασιλέα Μουσῶν, ἐν τοῖς εἰρημένοις ἱστᾶσι τὴν ἀκρόασιν, λεγόντων δὲ ἑτέρων φόβος δείς, ταυτὶ δὲ αὐτοῖς τῆς Γοργοὺς φοβερώτερα. βα- σιλεῖ γε μὴν καὶ ἀπὸ τούτων οὐκ ἐν ἀγνοουμένοις ἐγώ. 145. Σὸν ἔργον, ῶ δαῖμον, καὶ τὸ τεθῆναι νόμον τῶν παίδων τοῖς νόθοις ἐπίκουρον. τὸ μὲν οὖν ἐπὶ νοῦν τε αὐτὸν τῷ πρεσβυτέρῳ τοῖν βασιλέοιν ἐλθεῖν ἕνα τε τῶν κρατούντων τοῖς ἐκείνου γεγονέναι γράμ- μασι, κοινῆς τοῦτο ἔστω τῆς τῶν ἐν χρείᾳ τοῦ νόμου καθεστηκότων τύχης, τὸ δὲ τὸν νεώτερον ἥκιστα αὐτὸν ἐπαινοῦντα μάλιστα ἐπαινοῦντα φανῆναι ποιῆσαί τε κύριον, ἐπειδή με ἐξουσίας τῆς ἀπ’ αὐτοῦ δεόμενον ᾔσθετο, πῶς οὐκ ἂν ἐν δίκῃ τῆς ἐμῆς κριθείη τύχῆς; 3 Amm. XXIX 1, 4 (Valens) 9 Amm. XXVII 5, 1 sq. 19 Cod. Theod. IV 6, 1. Novell. 89, 12 1 καθημερινὼ Β 4 τῶν alterum om L 5 ἢν ante μηδ’ inser MSchmidt Philol. X 613 6 ἀνασχόμενος inserui coll III 132, 15 R 10 ἐμεμενήκει corr ex ἐμεμνήκεν C2 ἐμεμενήκειν VL | ἡμίσεος scripsi ex APBV et corr ex ἡμίσεως C2 μίσεως L ἡμίσεως edd 11 αἷς Α 15 τοσούτων L 17 γρ νέοις Mor in marg | οὖν om L ἥ με πολλῆς τε καὶ βαρείας ἠλευθέρωσεν ἀνίας, ὡς τῆς αὐτῆς ἡμέρας τελευτὴν | μὲν ἐμοί, πτωχείαν δὲ R 98 ἐκείνῳ τὴν ἐσχάτην οἰσούσης. 146. Ἀλλὰ μὴν τό γε ἐχθρούς — καὶ μή με οἰέ- σθω τις τὴν Ὁμήρου συμβουλὴν παραβαίνειν τὴν οὐκ ἐπιτρέπουσαν ἐπὶ κταμένοις ἀνδράσιν εὐχετά- ασθαι, οὐ γὰρ ἀπὸ τοιαύτης γε μνησθήσομαι τῆς γνώμης, ἀλλ’ ὅπως μηδὲ τοῦτ’ ἄρρητον εἴη τῶν πὰρ ἐκείνης δεδομένων — οἱ τοίνυν ἐπ’ ἐμὲ μηδενὸς μὲν λόγου, μηδενὸς δὲ ἔργου, μηδεμιᾶς δὲ ἀποσχόμενοι τέχνης, ἀλλ’ οἱ μὲν ὀνείδεσι περιβάλλειν ἀποχρῆν νο- μίσαντες, οἱ δὲ πᾶν μικρόν, εἰ μὴ καὶ ἀποκτείναιεν, οἱ δὲ οἶς ἦν ἡδὺ καὶ ταύρου τὸν νεκρὸν ἐκδήσαντας ἀφεῖναι διὰ | πετρῶν φέρεσθαι, τούτους τοίνυν τοὺς R 99 πάλαι μὲν πολεμοῦντας, ἐγκαλεῖν δὲ οὐδὲν σὺν ἀλη- θείαι γε ἔχοντας προαπήνεγκεν ὁ δαίμων ἡμῶν γε ἡσυχαζόντων καὶ οὐδ’ ὅσον ἀραῖς ἀμυνομένων· τί γὰρ δὴ ἔδει καταρᾶσθαι πάντα ἐπισταμένου τοῦ δαίμονος, τὸν ἀδικοῦντα, τὸν ἀδικούμενον, τὸν ὀφείλοντα δίκην, ᾧ τὴν δίκην ὤφειλεν. ἦν δέ τι καὶ πρὸ τοῦ θανάτου τοῖς πολλοῖς θανάτου παρά γε σώφροσιν ἀν- θρώποις δεινότερον τὸ πολλὰ κακὰ ἐπιδόντας εἶτα οὕτως ἀπελθεῖν· ὧν ἔν τι καὶ τὸ τῶν αἰδοίων τοῦ μοιχοῦ λαβόμενον τῇ χειρὶ ξυρῷ τὰ πάντα ἀμῆσαι. 6 Od. χ 412 11 Dem. c. Androt. 63 p. 613, 2; C Timocr. 127 ρ. 740, 23 22 II. χ 61 5 τίς V 8 δὲ in μηδὲ in ras P2 | τοῦτο L 11 περι- βαλεῖν L | ἀποχρῶν ΑΡΒ 12 μὴ καὶ scripsi cum Gasda καὶ μὴ libri edd | ἀποκτείνειεν ACPV edd ἀποκτείνοιεν Β ἀποκτεί- ν ὲν L 14 ἐγεῖναι A | κατὰ Gasda 16 γε om V 18 δὴ om Β 23 ὧν] ὡς L | ὄσχου MSchmidt Philol. X 615 24 τῇ χειρὶ λαβόμενον VL | ἀμῆσαι L ἀμῆσαι reliqui libri edd 148. Τούτοις ἄξιον ἐκεῖνο προσθεῖναι σμικρόν τε R 100 καὶ οὐ σμικρόν· ὑμῶν μὲν γὰρ ἴσως | τῳ μικρολο- γεῖσθαι δόξω, δηχθεὶς δὲ αὐτὸς τὴν ψυχὴν οἶδα καὶ ἐπὶ μεγάλῳ τοῦτο παθών. ἦν μοι ἡ Θουκυδίδου συγ- γραφὴ, γράμματα μὲν ἐν μικρότητι χαρίεντα, τὸ δὲ σύμπαν οὕτω ῥᾴδιον φέρειν, ὥστ’ αὐτὸς ἔφερον παιδὸς ἀκολουθοῦντος καὶ τὸ φορτίον τέρψις ἦν. ἐν τούτῳ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων μαθὼν ἐπεπόνθειν, ὅπερ ἴσως ἤδη τις καὶ ἕτερος· οὐ γὰρ ἂν ἐξ ἑτέρας βίβλου ταῦτ’ ἂν αὖθις ἐπῆλθον πρὸς ἡδονήν. ἐπαινῶν δὴ πολλὰ καὶ πρὸς πολλοὺς τὸ κτῆμα καὶ εὐφραινόμενος μᾶλλον ἢ Πολυκράτης τῷ δακτυλίῳ κλέπτας αὐτῷ τοῖς ἐπαίνοις ἐπῆγον, ὧν τοὺς μὲν ἄλλους εὐθὺς ᾕρουν, ὁ δέ γε τελευταῖος πυρὰν ἀνῆψε τοῦ μὴ ἁλῶναι, καὶ οὕτω δὴ τοῦ ζητεῖν μὲν ἐπεπαύμην, τὸ μὴ λυπεῖσθαι δὲ οὐκ εἶχον. ἀλλὰ καὶ τὸ κέρδος μοι τὸ παρὰ τοῦ Θουκυδίδου μέγα ἂν γενόμενον μεῖον ἤρχετο διὰ τὸ σὺν ἀηδίᾳ γράμμασιν ἑτέροις ὁμιλεῖν.