ἀπεχομένου δέ μου καὶ μετὰ τὴν δέλτον οὐδὲν ἦττον τοῦ τε κήπου καὶ τῶν ἐν τῷ κήπῳ R 83 δρωμένων | καὶ ἀπημελῆσθαι δοκοῦντος καὶ οὔτε ἀθυμοῦντος ἐπισταμένου τε, ὅστις ἦν ὁ τὴν φιλίαν διορύξας, Πρίσκος, Ἠπειρώτης ἀνὴρ ὅτι πλείστοις ἐπὶ σοφίᾳ συγγεγονὼς ἀνδράσι, πλημμελεῖσθαι ταῦτα ἡγη- σάμενος τῷ βασιλεῖ παύει τὴν ἁμαρτίαν· οἵοις μὲν λόγοις, οὐκ οἶδα, καλοῦμαι δὲ πληθούσης ἀγορᾶς, καὶ διηπορεῖτό τε καὶ εἰς γῆν ἔκυπτεν ὁ κεκληκὼς κατηγορῶν οἷς ἔπασχεν ὧν ἐδεδράκει. μόλις δ’ οὖν ποτε αὑτὸν ἀναλαβὼν καὶ τὸ πολλὰ κατηναγκάσθαι πράττειν αἰτιασάμενος, ἐπειδὴ καλῶν μὲν ἐπ’ ἄριστον ἤκουσεν, ὡς δειπνοίην, καλῶν δὲ ἐπὶ δεῖπνον ἤκουσεν, ὡς καὶ τοῦτο ἐξὸν ποιεῖν ἡ κεφαλὴ κωλύοι, σὺ δ’ ἀλλὰ θαμίζειν ἡμῖν, ἔφη. καλοῦντός γε, ἔφην· ἄλλως δὲ οὐκ ἐνοχλήσειν. ὁ δὲ πείθεταί τε καὶ οὕτως ἐποίει. αἱ δὲ συνουσίαι λόγους τε ἡμῖν τοὺς ὑπὲρ λόγων εἶχον καὶ ἐπαίνους τῶν εὖ πραττομένων ἐκείνῳ καὶ μέμψεις τῶν ὠλιγωρημένων, ᾔτουν δὲ οὐδὲν 11 Arist. Eth. Nic. V 8 15 Plat. Rep. I 328 C 16 ἀντὶ τοῦ θάμιζε· τῶν Ἀττικῶν· καὶ Σοφοκλῆς· τότ’ ἤδη φάσκειν ἐμὲ μαντικῇ μηδὲν φρονεῖν· (= Oed. R. 461) καὶ συχνοὶ δὲ ῥήτορες V 6 πρίσκιος Ferr | ὁ ἠπειρώτης L Ferr in marg Mor 7 πλη- μελεῖσθαι VL 10 διηπόρει τότε Mor τε] γε Β | ἔπιπεν Α Mor 12 αὑτὸν ex αὐτὸν corr Cn αὐτὸν ABL Ferr 14 ἤκουεν VL | μόνον δειπνοίην? | ἤκουεν VL 15 κωλύει V | δὲ CP 16 ἄλλῃ vel ἄλλοτε? | λ in καλοῦντος in ras Β2 11 τε om Β 19 ω in λόγων corr m. rec. (p) ex ο et denuo m. poster. (n) corr in o C 20 μέμψιν V οὐ τῶν ἐν θησαυροῖς, οὐκ οἰκίαν, οὐ γῆν, οὐκ ἀρχάς, καὶ τὸ τοῦ Ἀριστοφάνους λόγος ἦν οὐκ ἐῶν κακὸν | τὸν οὐ τοιοῦτον δοκεῖν, καὶ τοῦτο ἐδίδου τὴν ἀρχὴν, R 84 ἐγὼ δὲ οὐδ’ ἀπολαβεῖν ἠξίουν ὄντων μοι παππῴων οὐ μικρῶν ἐν τοῖς ἐκείνου κτήμασιν. ὁρῶν δὴ κέρδος τε ἅπαν ὑπ’ ἐμοῦ καταπεπατημένον ζητοῦντά τε οὐδὲν ἕτερον ἢ ὅπως ἐκεῖνος ἀποκρύψει τὰ ὑμνούμενα, τοὺς μὲν ἄλλους ἔφασκε τὸν αὑτοῦ πλοῦτον φιλεῖν, ἐμὲ δὲ αὐτόν, καὶ μηδ’ ἂν τὴν τεκοῦσαν αὐτὸν ὑπερβαλέσθαι τὸ φίλτρον τὸ παρ’ ἐμοῦ. διὰ τοῦτο καὶ τὴν ὑπὲρ τῆς βουλῆς παρρησίαν ὑπέμενεν, ὅτε ἡ γῆ μὲν οὐδὲν ἐδεδώκει στερηθεῖσα τοῦ ἄνωθεν ὕδατος, ὁ | δὲ R 85 ἠξίου γέμειν τε ὠνίων τὴν ἀγορὰν καὶ μένειν ἐντὸς ὄρων οὓς ἔστησε ταῖς τιμαῖς· δαίμων δὲ ἄρα ταῦτα ἠνάγκαζε φθονερὸς ὤσων εἰς ὅπερ αὖ καὶ τέλος τὰ πράγματα ἔωσε. τότε οὖν ὁ μὲν ᾠδει καὶ μάχεσθαι τοῖς ἑαυτοῦ βουλήμασι τοὺς βουλευτὰς ἐβόα, κόλακός δὲ ἔνθεν καὶ ἔνθεν παρεστηκότες ἐρρίπιζον τὸν θυ- μόν, ἐγὼ δὲ οὐδὲν τρέσας, τὴν δὲ τοῦ πράγματος ἐξετάζων φύσιν διετεινόμην ἀδικοῦσάν τε οὐδὲν ἀπέ- 2 or XIV t. | 424—450 R. ep. 1039 τὸ δὲ δοθὲν ἐκεῖνο τὸ μικρὸν Ἀριστοφάνει ἔργον ἦν λόγου τινός, οὐκ ἐμὴ δέησις 4 ep. 1039 οὐδ’ ὅσα ἦν ἐκεῖ τῶν παππῴων μοι οὐδ’ αὐτὸς ἠξίουν ἀπολαβεῖν 14 σημείωσαι τιμήματα τῶν ὠνίων δηλονότι Α ἤγουν ἤτοι Ρ om C) τοῖς τιμήμασι τῶν ὠνίων δηλονότι (om ΡΒ) CP3B 3 οὐ reposui e L Ferr in marg Mor 3 τούτῳ? cf. Sievers ρ. 97 4 οὐδὲ VL 5 VL γρ. Mor in marg 7 ἀπο- κρύψει scripsi ἀποκρύψαι libri edd 8 αὐτοῦ libri edd 9 αὑτὸν PBVL 11 ὑπέμεινεν? | ὅτι V 15 ὤσων scripsi ὠθῶν libri edd | αὖ scripsi e VL ἂν ACPB edd 16 τότ’ V 17 αὐτοῦ V 20 ἀπέφηνα L φαῖνον τὴν βουλήν. καίτοι τις τῶν καθημένων πα- ραρρεῖν τὸν Ὀρόντην ἔφασκε τῷ ποταμῷ με φοβῶν, ἀναξίοις ἀπειλαῖς τὴν βασιλείαν ὑβρίζων. ὁ δὲ οὕτως ἦν ὡς ἀληθῶς ἀγαθός, ὥστε κρατῆσαι μὲν ἐπεχείρησεν, ἡττηθεὶς δὲ οὐκ ἐμίσησε. μᾶλλον μὲν οὖν ἢ πρόσθεν ἠγάπησεν ὑπὲρ πατρίδος ὥσπερ ὅπλα θέμενον τοὺς λόγους, ὕπατον δὲ αὑτὸν ἀποδεικνὺς αἰσθανόμε- νός τε τῶν τε ἤδη παρόντων τῶν τε ἡξόντων μυρίους σὺν ᾠδαῖς σφίσι παραστησομένων κελεύει μοι τιμῆσαι λόγῳ τὴν ἑορτὴν· ἐγὼ δὲ ἑτέρων εἶναι τοὖργον εἰπὼν κατὰ θατέραν φωνὴν οὐκ ἤργουν, ὡς μηδένα μηδὲν ἱερὸν δόξαι λέγειν, μηδ’ ὃς λαμπρῶν ἀπολελαύκει θο- R 86 † ρύβων.