οὗτος εὐθὺς μὲν εἰσκαλέσας τὴν βουλὴν εἰπόντων ὅ,τι ᾤετο τῇ πόλει λυσιτελήσεν ἑκάστου, τὸν θεῖον τὸν ἐμὸν ἀπὸ τῶν λεγομένων εὑρὼν οὗτος ἐκεῖνος, ἔφη, Φασγάνιος, ὥστε τὸν Εὔβουλόν τε καὶ τὴν ἐκείνου μοῖραν μικροῦ πεσεῖν. 9 ἔπειτα ἐμὲ καλέσας φίλον ἐδεῖτό οἱ γενέσθαι | τοιοῦτον, R 80 ὥστε μηδὲν εἶναι πλέον ταύτῃ Ἀρισταινέτῳ καὶ Σε- λεύκῳ, παρ’ ὧν δὴ καὶ εἰς ἐπιθυμίαν κεκινῆσθαι τοῦ κτήματος. ἀλλὰ δίκαιον μέντοι, ἔφην, τὸν φι- λοῦντα ἐκείνω καὶ ὑπ᾿ ἐμοῦ φιλεῖσθαι. 117. Ταυτὶ μὲν εὐπότμου, δυστυχοῦς δὲ τὰ ῥηθη- σόμενα. τὴν γὰρ δὴ πάντ’ ἐμοὶ μητέρα καὶ τὸν τῆς μὲν Ἀσίας ὀφθαλμόν, ἐμοὶ δὲ ἀντὶ πύργου, τὸν θεῖον ἥρπασεν ἡ Τύχη, τὸν μὲν πρότερον, ἡ δὲ οὐκ ἐνεγ- κοῦσα ἐπαποθνήσκει. καὶ οὐδὲν ἔτι μοι τῶν ἡδέων ἡδὺ οὐδ’ αὐτό γε τὸ πάντων ἥδιστον, αἰ ἐπιδείξεις· καὶ γὰρ καὶ αὐτὸ τοῦτο ἥδιστον ὑπ’ ἐκείνοιν ἐγίνετο, τοῦ μὲν οἷον ἀνηβῶντός τε ἐν τοῖς κρότοις καὶ τῆς αὑτοῦ πληγῆς ἐπιλανθανομένου, τῆς δὲ ὑπερχαιρούσης, 3 Amm. XIX 12, 6 17 ep. 286 2 οὖν cancellavi auctore Re | οὐκ ἴθ’ ACP, sed in hoc spir. supra ε eras 6 εἰπόντων τε V εἰπόντος Cobet Mnem. III 249 | ὅτι Β | τῇ πόλει om L 7 ἑκάστω L 10 οἱ γενέσθαι] γενέσθαι οἱ AB 11 ταύτῃ πλέον VL 13 μέν τι | ν in ἔφην in ras B Ρ2 | τὸν Ferr in marg Mor Re om libri 14 ἐκεῖ- νον V 17 Ἀντιοχείας vel πατρίδος? 18 ἡ μήτηρ δὲ Ferr in marg Mor 20 αὖ τό PBV Ferr | γε] τε Β | τὸ om ABV Ferr 21 καὶ alterum om VL | ἐκείνου ἐγίγνετο L 23 αὑτοῦ Re αὐτοῦ libri Ferr Mor ὁπότε αὐτῇ τὸν ἐκ τῶν ἄθλων ἱδρῶτα κομίσαιμι. μετ’ ἐκείνας τὰς ταφὰς καὶ τὴν Εὐσεβίου γε τοῦ πρὸ ἀμφοῖν ἀπελθόντος ἦν μὲν γὰρ καὶ τὸ Νικομη- R 81 δείας πτῶμα καὶ ὃν ἡ πόλις ἐκάλυψε πεσοῦσα | δεινά τε καὶ οἷα λύπην τὴν ἐσχάτην ἐμβαλεῖν, ὑφ’ ἦς δὴ καὶ πολιὰς ἐξαίφνης ἔδειξα, κακὰ δὲ προστεθέντα κα- κοῖς, ταῦτα ἐκείνοις φίλῳ τε φίλος καὶ πόλει φίλῃ μήτηρ τε καὶ ὁ ταύτης ἀδελφός, πάντα ἐμοὶ δι’ ἃ ζῆν βούλοιτ’ ἄν τις, ἀποφαίνουσι πικρά, πρὶν δὴ τὴν γῆν ἅπασαν ἀμαχεὶ παραλαβὼν ὁ παντὸς φιλοσόφου λον ἐν βασιλείοις τὴν σοφίαν ἀγαπήσας κατήγαγεν ὥσπερ ἐκ φυγῆς εἰς τὸ αὖθις ἀσπάζεσθαι τὰ δυσχε- ραινόμενα. καὶ ἐγέλασά τε καὶ ἐσκίρτησα καὶ σὺν ἡδονῇ λόγους καὶ συνέθηκα καὶ ἔδειξα βωμῶν μὲν ἀπειληφότων αἷμα, καπνοῦ δὲ φέροντος πρὸς οὐρανὸν τὴν κνίσσαν, θεῶν δὲ ἑορταῖς τιμωμένων, ὧν ὀλίγοι τινὲς ἐπιστήμονες λελειμμένοι γέροντες, μαντικῆς δὲ εἰς ἐξουσίαν παριούσης, λόγων δὲ εἰς τὸ θαυμάζε- σθαι, Ῥωμαίων δὲ εἰς τὸ θαρρεῖν, βαρβάρων δὲ τῶν μὲν ἡττημένων, τῶν δὲ μελλόντων. οὗτος ὁ σω- φρονέστατός τε καὶ δικαιότατος καὶ ῥητορικώτατος καὶ πολεμικώτατος, ὁ μόνοις τοῖς δυσσεβέσιν ἐχθρὸς τῶν 15 II. α 317 cf. I 260, 10 R 4 τὸν Ἀρισταίνετον Ρ2 cf. Amm. XVII 7, 6 1 ἐκ] ὑπὲρ Β 2 τὴν] τοῦ L 3 γὰρ] ἄρα? | τὸ τῆς Νικομηδείας Β 4 ὧν Re Anim 6 Eustath. ad Od. τ 360 ρ. 1867 R ὁ δὲ Λιβάνιος καὶ αὐτὸς ἐντεῦθέν ποθεν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ πολιὰς ἐξαίφ- ρὶν νῆς ἔφυσα 7 ταῦτα ἐκείνοις om Β 9 πλὴν V πλὴν L 11 βασιλεία VL | τὴν om VL 14 ἔθηκα L 16 κνίσσαν corr e κνίσαν Cp 18 δὲ alterum om L μὲν παρ’ ἡμῶν πρέσβεων οὐ μετ’ ἐμῶν ὡς αὐτὸν ἡκόντων γραμμάτων ἤλγησε καὶ ὦ Ἡράκλεις, ἔφη, ὁ τοὺς ἐκ τοῦ γράφειν ὑπομείνας κινδύνους ἐν ἀσφαλείᾳ σιγᾷ. τῆς δεῦρο δὲ ὁδοῦ καὶ τοῦτο κέρδος ὠνόμαζεν, εἰ ἐμέ τε ἴδοι καὶ ἀκούσαι λέγοντος. καὶ ἐπ’ αὐτῶν δὴ τῶν ὅρων ἐπὶ τῆς πρώτης ὄψεως πρῶτον τοῦτο ἐφθέγξατο· πότε ἀκουσόμεθα;| ὁ δὲ R 82 ἀνταγωνιστὴς ἐκεῖνος ἤδη ἦν οἴκοι τεθνηκυίας μὲν αὐτῷ τῆς γυναικός, θυγατέρων δὲ ὡραίων γάμου τῶν ἐκείνου δεομένων ὀφθαλμῶν, ἐλέγετο δέ, ὡς καὶ ζώσης τῆς γυναικὸς ᾤχετο ἄν. 121. Ὁ τοίνυν βασιλεὺς προοίμιον μὲν τῶν λόγων καθ’ ἑκάστην ἐποιεῖτο τὴν ἡμέραν θυσίας ὑπὸ τοῖς ἐν τῷ κήπῳ τοῦ βασιλείου δένδροις, πολλῶν δὲ φοιτών- των τε καὶ διὰ τῶν περὶ τοὺς θεοὺς ἐκεῖνον θερα- πευόντων αὐτὸς ἦν οὗπερ ἀεί, καὶ οὔτε ἐκαλούμην τό τε ἄκλητον ἰέναι μετέχειν τινὸς ἀναιδείας ὑπελάμβα- νον καὶ τὸν μὲν ἄνδρα ἐφίλουν, τὴν ἀρχὴν δὲ οὐκ ἐκολάκευον. ἧκε δέ ποτε εἰς Δῖός Φιλίου θύσων καὶ τοὺς ἄλλους κατιδών, ἐβούλοντο γὰρ καὶ πᾶν ἐποίουν, ὅπως ὀφθήσονται, μόνον οὐ τεθεαμένος ἐμὲ τοῖς πολλοῖς ἐμμεμιγμένον δείλης διὰ δέλτου τινὸς ἠρώτα τε, ὅ,τι εἴη τὸ κεκωλυκός, καὶ μετὰ χαρίτων καθήπτετο. ἃ μὲν δὴ ἀπεκρινάμην διὰ τῆς αὐτῆς δέλτου καὶ ὡς οὐκ ἐδήχθην μᾶλλον ἢ τοῦτο ἐποίησα 7 ep. 648. Cf. Philostr. vit. soph. p. 230 et 253 1 ἡμῖν Β 2 ἤλγησεν CB 4 post σιγᾶ σιγᾷ signum inter- rogationis BV 5 ἀκοῦσαι Β 15 τε om BVL 16 αὐτὸς] ἐγὼ Ferr in marg Mor αὑτὸς Cobet Mnem. III 250 | ὅσπερ Co- bet l. l. at cf. ρ. 135, 14 20 πάντα Ferr in marg Mor 22 v in ἐμμεμιγμένον corr e σ Cn 23 τε om ΡΒ 25 ἐδήχθη L καὶ αὐτὸς σὺν χάρισιν, οἶδεν ἀναγνούς τε ἐκεῖνος καὶ ἐρυθριάσας.