καὶ δή τι καὶ τοιοῦτον γίνεται· ὁ ὕπαρχος | τοῦ ἐπαινεῖσθαι ἐπιθυμῶν μᾶλλον ἢ ἕτερος τοῦ ἄρ R 77 χεῖν χρέος μέ τι τοιοῦτον εἰσέπραττεν, ὡς ἂν ἔχων τὴν ἀρχήν, ἧς ἐπιβάντα αὐτὸν ὑπεσχήμην ἐπαινέσεσθαι. προσείρητο μὲν οὖν μοι καὶ φανεὶς εὐθὺς ἐν βραχέσ.ιν, ὁ δὲ αὐτά τε ἐκεῖνα διεργασθῆναι καὶ τῶν ἐνόντων ῥηθῆναι σιωπηθῆναι μηδὲν ἐβούλετο. ἐγὼ δὲ ὡς μὲν οὐχ ὑπεσχήμην, οὐκ ἐξηρνούμην, ἔφην δὲ ἀπο- δώσειν, εἴ μου οἴκοθεν ἐξελθὼν ἐν τῷ βουλευτηρίῳ δέχοιτο τὸν πόνον· καινὸν μὲν γάρ τι ποιήσειν τὸν ὕπαρχον, ἔσεσθαι δὲ καὶ τοῦτο τοῦ λόγου μέρος τὸ πρῶτον ὧδε τετιμηκέναι τοὺς λόγους. ἔφη τιμήσειν, οἱ πολλοὶ δὲ ἠπίστουν· ὁ δὲ καὶ δὴ παρῆν, | δεομένου R 78 δὲ τοῦ μήκους αὖθις αὐτὸν παρεῖναι πάλιν παρῆν, δεομένου δὲ καὶ τρὶς οὐδὲ τότε ἀπῆν. καὶ νῦν τοῦτο ᾄδεται παρὰ πόντων, τίς καὶ τίνος καὶ τί καὶ ποῦ τῆς πόλεως ἀκήκοε. βουληθεὶς δὴ τῶν πόλεων εἰς τὰς ἀρίστας ἀφικέσθαι τὸν λόγον, οὕτω γὰρ ἂν καὶ ἐπὶ πάσας ἐλθεῖν, τρέπει μὲν ἐπὶ τοῦτο τῶν βι- βλογράφων δέκα. τούτων δὲ ἐνὶ χρυσὸν δείκνυσιν 7 Plat. Phaedr. 235 Β 2 γίγνεται L | ὁ om Ferr Re | ὕπαρχός τις Ferr in marg Mor 3 ἐπιθυμῶν μᾶλλον] μᾶλλον ἐπιθυμῶν L 4 μὲν L Ferr in marg Mor 5 ὑπεσχόμην Ferr in marg Mor 6 μοι om L 7 αὐτόν VL 8 δὲ μηδὲν L 15 αὖθις om L | ἐκεῖ ante πάλιν Ferr in marg cancellis inclusit Mor 17 παρὰ πάντων scripsi coll. Luc. Somn. 12 ᾄδεται παρὰ πάντων παρὰ ἀμφοῖν ACPB edd περὶ ἀμφοῖν VL et Gasda 18 δὴ scripsi e VL δὲ reliqui libri et edd 20 τρέπει — 21 δέκα citat Thom Μ. s. ν. βιβλιγράφος ρ. 63, 9 Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· τρέπει κτλ. | βιβλογράφων supra βιβλιογράφων P3 βιβλιογράφων ΑΒ Thom edd ὁ σοφιστὴς καὶ διαφθείρας μετ’ ἐκείνου τὴν παροιμίαν κοινὰ τὰ τῶν ἐχθρῶν ποιησάμενος καὶ ῥήματα τὰ πολλὰ μὲν εἰς χώραν τὴν ἀλλήλων μεταθεὶς, σμικρὰ δὲ ἄττα ἐμβαλὼν καλεῖ μὲν ἐπὶ τὸ αὐτὸ χωρίον παραλυθέντα τῆς ἀρχῆς, ὡς δὴ τὸ ἴσον οἰσόμενον. τέρατος δὲ εἶναι τοῦ πράγματος δοκοῦντος χελώ- νης ἵππου τάχει χρωμένης μηνύει τις τοῦ λόγου τὴν πρᾶσιν, καὶ ὁ τὸ χρυσίον ἔχων ὡς εἶδε τὰς μάστιγας, ὁμολογεῖ τε καὶ ἱκετεύει συγγνώμην ἔχειν αὑτῷ μεγά- λῆς ἡττηθέντι τιμῆς. ὡς οὖν μὴ ὀλίγοι ταῦτα εἰδεῖεν, R 79 ἄγω τὸν | πρατῆρα τοῦ λόγου παρὰ τὸν Νικέντιον, οὗ ἦν ἡ ἀρχὴ Σύρων, καὶ ὁ ἄνθρωπος καίτοι μένης ζημίας ὅμως ὁμολογεῖ ταῦτα καὶ ἀθῷος ἀπῆλθεν οὐδὲν ἐμοῦ προσδεηθέντος δίκην λαβεῖν. ὁ δὲ ἀνδρειότατος σοφιστῶν ἐκεῖνος οὐδ’ οὕτως ἡσύχασεν, ἀλλ’ αὖθις τὰ εἰρημένα ἐμυθολόγευε, καὶ ταῦτα ἐν τῇ τοῦ Στρατηγίου καταγωγῇ. καὶ ὁ μὲν ἐξή- λασεν, Ἑρμογένη δὲ τὸν τὴν ἀρχὴν ἐκδεξάμενον αὐτῷ 16 Od. μ 453 1 ἐκεῖνον L 2 τὰ om Β | τὰ om L 8 τιν’ ἄλλην? | μικρὰ V 4 ἄττα in ἅττα corr C2 ἅττα PVL Mor Re | μὲν <ἐκεῖνον> ἐπἰ? 5 οἰσόμενον Re οἰσόμενος libri Ferr Mor 6 τοῦ e τοῦτο corr C τούτου τοῦ L 7 τίς ΑΒ 8 πρᾶσιν libri edd 9 αὐτῷ libri edd 10 μὴ ὀλίγοι scripsi cum Mor e VL Ferr in marg πολλοὶ ΑΡΒ (et Patm, sed in marg ἐν ἄλλω μὴ ὀλιγοῖ) Ferr Re πολλοὶ C sed πολλ m. rec. (p) in rasura quinque fere litterarum 11 ἐγὼ L | Νικέντιον scripsi coll. ep. 20 cum Valesio ad Amm. Μ. XIV 7 ρ. 32 e Β et suprascr. supra νοκέντιον Ρ2 νοκέντιον AC edd ἰνοκέντιον V (et codex quo usus est Valesius) ἰννοκέντιον L 13 ὡμο- λόγει Re Anim 14 δίκην om L 16 τὰς εἰρημένας L τὰ ᾐρημένα Re Anim | ἐμυθολόγευε scripsi coll. Od. μ 453 αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν ἐμυθολόγει libri edd 17 τοῦ om Mor Re 18 τὸν om ΡΒ δεινόν τε καὶ ἄγριον ἦγεν ἡ φήμη, καί, ἦν γὰρ ἡμῖν ἀγνώς, ἐδόκουν οὖν] οὐκέθ᾿ ὅ πρότερον ἰσχύσειν. ἦν δὲ ἄρα ὁ Ἑρμογένης βέλτιστος ἀρχόντων καὶ οὐ πολλοῖς μὲν ὁμιλεῖν ἀξιῶν, πρᾷος δὲ καὶ λόγῳ μᾶλλον ἢ θυμῷ χρώμενος.