Τοῦ μὴ ἀποθανεῖν με κατακλυσθέντα κακῶν αἴτιός μοι μετὰ θεὸν Θαλάσσιος. ἡγοῦμαι οὑν καὶ σὲ χάριν ὀφείλειν αὐτῷ τῆς περὶ ἐμὲ σπουδῆς, ὀφείλων δὲ ἥδιστ’ ἂν καὶ ἀποδοίης. ἔξεστι δέ σοι μετὰ τῆς τῶν νόμων φυλακῆς ἀποδοῦναι γῆς ἧς ὑπ’ ἀνδρὸς ἐστέρηται τῶν θρασυτέρων τινὸς πάλιν αὐτὸν ποιήσαντι δεσπότην. καλὸν δὲ τὸν ἀδι- κοῦντα μαθεῖν, ὡς ἔστι καὶ ἀπόντα τῶν δικαίων τυχεῖν.