ἔμελλον γράφων δεήσεσθαί σου βοηθῆσαι τῶ χρηστῷ μέν, πένητι δὲ Φαυστίνῳ, αὐτὰ δὲ ταῦτα ἀρκέσειν ἡγούμην σοι πρὸς τὴν βοήθειαν, τόν τε τρόπον τήν τε πενίαν. Κέλ- σος δὲ ἐπελθὼν καὶ μαθὼν ὃ ποιήσοιμι, πάλαι μέν σε τῆς βοηθείας εἶπεν ἧφθαι, πρᾶξαι δὲ οὐδὲν ὧν ἐβούλου. ἐγὼ δὲ ἄλλου μὲν ταῦτα λέγοντος ἀνασχοίμην ἄν, ὅτι βουληθεὶς οὐκ ἠδυνήθη, Κλέαρχος δὲ μὴ μάθοι τοιαῦτα ἀπολογεῖσθαι. δεινὸν γὰρ τοῦτό γε καὶ κατηγορία τῆς βουλῆς, εἰ μή σοι πρὸς αὐτὴν ἀρκοίη καὶ νεῦμα.