καίτοι ῥᾷον ἂν τύχοι πτερῶν ὥσπερ ὁ Περσεὺς ἢ τὸν πατέρα παρέλθοι τοῖς λόγοις, οὐδὲ γὰρ ἐκεῖνος τὸν Δία. καὶ τοῦτο οὐκ ἀδίκημα τοῦ νέου, εἰ μὴ καὶ τὸν Ὕλλον γράψῃ, διότι παῖς ὢν Ἡρακλέους οὐκ ἀπέκρυψε τὸν πατέρα. μαντεύομαι δὲ καὶ οἷς χρήσεται πρὸς σέ· καλὸς μὲν ἐπανῆλθον, σοὶ δὲ οὐκ ἴσος, ὦ πάτερ. εἰ μἐν τούτων, οἷς ὑπῆναι βαθεῖαι καὶ θρόνοι, τὴν σὴν γλῶτταν νενίκηκε, λάμβανε παρ’ ἐμοῦ τῆς ἥττης δίκην· εἰ δὲ κοινὸν τοῦτο τῶν νῦν ἐν λόγοις, μὴ ἐμὲ αἰτιῶ μόνον ἐν πολλοῖς ἡττημένοις.