ἠρόμην, ὅ τι ἡμῖν ὁ καλὸς Ἰφικράτης ποιεῖ, τὸν δὲ ἠκου- σα λυπεῖν ἄνθρωπον μὲν οὐδένα, τὰ θηρία δὲ καὶ πάνυ, καὶ τοῖς αὐτοῖς γε λυπεῖν τε ἐκεῖνα καὶ τὴν Ἄρτεμιν εὐφραίνειν οὐ γὰρ ἀγνοοῦμεν. οἷς τέρπεσθαι λέγουσιν οἱ ποιηταὶ τὴν θεόν πάλιν ἠρόμην, εἴ μου ποιοῖτο μνήμην πρὸς τοὺς φίλους ὥσπερ φίλου, τὸν δὲ ἐμάνθανον ἐν τοῖς συλλόγοις ἀεί τινα λέγοντα τοῦτο οὐ λέγειν.