λέ- γοντι δέ σοι περὶ τῆς ἀχρηματίας ἴσως μὲν οὐδεὶς ἀντερεῖ· εἰ δ’ οὖν τις οὕτω κακοδαίμων ὡς μὴ ταὐτὰ φθέγγεσθαί σοι, πέμπε τοῦτον εἰς Φρυγίαν, ὁ δέ σοι πεπεισμένος ἐπανήξει πέ- νητα τὸν Ἰουλιανὸν εἶναι. μα΄. W 39 Ἀδαμαντίῳ. Ἠν μὲν ὄφελος οὐ μικρὸν τῷ παιδὶ παρὼν ὁ παιδαγω- γός, καὶ γὰρ οὐκ ὄνομα ἄλλως οὗτός ἐστιν, ἀλλ’ ὄντως ἐπίστα μένος ἄγειν, καὶ μόνος γε ἐν νοσοῦσιν ἅπασι διέφυγε τὸ κακόν· ἐπεὶ δὲ ἴδει σου τὴν ψυχὴν καθῆραι τῆς ἀπάτης, ἣν πολ- λὴν ἐνετίθεσαν οἷς ἔργον ἀντὶ τοῦ λόγους ποιεῖν περὶ τῶν τοιούτων βλασφημεῖν, ἐκίνησα τὸν Εὐμάθιον ἐσόμενον ἰατρόν, ὃν οὔτ’ ἄν τις ἔλαθε ῥᾳθυμῶν οὔτ’ ἂν ἔπεισεν ἕτερα τῶν ἀλη- θῶν.