ὁ δὲ τὰ ὄντα μαθὼν ἐξαιρεῖται τῶν ἑλκόντων, οἷς τὸ ἕλ- κειν εἰς αὐτὸ τοῦτ’ ἂν ἐτελεύτα τὸ ἕλκειν· οὐ γὰρ ἦν λαβεῖν. ἐκεῖνος μὲν οὖν ἀφῆκεν· ἀλλ’ ἔστιν ἕτερος δεσμός, ὃν ἂν μὴ σὺ λύσῃς, αἴνιγμα ἡμῖν ὁ φίλος ὁμοῦ λελυμένος τε καὶ δε- δεμένος. ἀλλὰ σὺ λύσεις τὸ αἴνιγμα τοῖς δευτέροις τὰ πρότερα βεβαιῶν καὶ βοηθῶν ἀνδρὶ γνωρίμῳ τε καὶ δανειζομένῳ. τοῦτο δὲ ἐγὼ μὲν σύνοιδα, ἐκεῖνος δὲ οὐκ αἰσχύνεται.