περὶ δὲ αὖ τοῦ τρίτου τί μεῖζον εἴποιμ’ ἂν ἢ ὅτι τοιούτους ἀδελφοὺς οὐ καταισχύνει κεκτη- μένος μὲν μικρά, τῷ μὴ πολλὰ δὲ οὐ λυπούμενος, ἡσυχίαν τι- μῶν καὶ τὸ τοῖς φίλοις εἶναι βέβαιος ἀσκῶν; τούτους ἡμῖν, ὦ θρέμμα Δίκης ἀπαθεῖς τε καὶ ταχέως ἀπόπεμπε τῇ τε ἄλλῃ φυλάξας καὶ τῷ μὴ τοῖς κυσὶν ἐκδοῦναι.