Λογιζόμε- νοι δέ, τίς ἦν ὁ καλῶν καὶ παρ’ ὃν ἥξουσι, πείθειν εἴχομεν ἡμᾶς αὐτούς, ὡς ἄρα αὐτοὺς δέχεται λιμήν, οὐ σκόπελος. ὥστε ἀνεπνέομεν πρὸς ἀλλήλους λέγοντες· τί δ’ ἂν γένοιτο κακὸν ἀπὸ τοῦ καλοῦ Μοδέστου; καλὸν δὲ εἶναί σε τοῖς τε ὅλοις πειθόμεθα καὶ μάλιστά γε δὴ τούτοις αὐτοῖς ὧν τὰ παρόντα μέρος. πρᾶγμα γὰρ παραλαβών, ὃ πεσὸν εἰς χεῖρας ἄρχοντος τέρψιν τινὰ τὸ κακῶς ποιεῖν ποιουμένου πολλὴν ἂν ἤγειρε φλόγα. γαλήνην ἀπέφηνας τὴν προσδοκωμένην ζάλην τοῖς μὲν δοὺς ἀναβάλλεσθαι, τοὺς δὲ ὅλως ἀπαλλάξας ἐπί τε τοὺς ὀρφανοὺς οὐκ ἐάσας ἁρπαγὴν κωμάσαι