Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν ἣν ἥδιστα μὶν εἶδον, ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμενος, πρό τε τῆς πόλεως τὸν ὑπ’ αὐτῆς τε καὶ μετ’ αὐτῆς οἰχόμενον 10 τὸν γενναῖον Ἀρισταίνετον. νομίζω δὲ τῶν θρήνων μηδέ τερον μὲν ἐμόν, ἀμφοτέρους δὲ εἶναι τῆς Λύπης ἐν ᾧ γὰρ ἐξειστήκειν τε ἐμαυτοῦ καὶ φόβον παρεῖχον τοῖς οἰκείοις ὡς οὐκ ἀντισχήσων τῷ κακῷ, τότε ἐκείνη λαβοῦσά μου τὴν χεῖρα ἔγραψεν ὅ τι ἤθελεν.