Εἰληφέναι σου γράμματα νομίζω καὶ μὴ λαβών. ἐν γὰρ τὼ λῦσαι τὴν πρὸς τὸν υἱὸν οὐ δικαίαι ὀργὴν καἰ ἐπαινέσαι ταῦτα οἷς τέως ἐπετίμας δῆλον ἐποίεις, ὡς ἥδιστ’ ἂν ἐπιστεί- λας οὐ θαρροίης. ἀλλ’, ὠγαθέ. καὶ θέλε θαρρεῖν καὶ ἐπιστέλ- λειν. τῶν δὲ ἀηδῶν ἐκείνων οἱ τὰ καλά σοι γράμματα πε- πομφότες ἔχουσι τὴν αἰτίαν, μᾶλλον δέ, κἀκείνους ἀφίησιν αἰτίας τὸ παρ’ ἄλλων ἐξηπατῆσθαι. τὴν γὰρ τοῦ φενακισμοῦ πηγὴν οὐκ ἀγνοοῦμεν· ἣν ἐλεεῖν ἄμεινον ἢ μισεῖν.