πρῶτον μὲν γὰρ ἡ κεφαλή με καταβαλοῦσα εἶχεν αὐτὴ δεζ͂αμένη πλῆθος ἰλίγγων καὶ οὐκ ἦν οὔθ’ ἡμῖν ὔτε τοῖς ἰατροῖς θαρρεῖν. εἶτ’ ἐκεῖθεν ἐπὶ τὴν κοιλίαν τὸ δεινὸν καταβὰν ῥεύματα ἐμιμεῖτο ῥυάκων, τὸ δὲ ἐπισχῆσον οὐκ ἐφαί- νετο. καὶ τούτοις τοιούτοις οὖσι προσετέθη Λήμνιά φασι κακά. μᾶλλον δέ, μικρόν τι εἶπον τὸ πτῶμα Νικομηδείας δὴ λῶσαι βουληθεὶς τοῖς ἐν Λήμνῳ κακοῖς. διὰ τοιούτων τὸ θέρος ἐλθόντες νῦν φαρμάκου πόσει τὸ σῶμα κουφίσαντες ἐπιστέλλομέν σοι τῆς μὲν σιγῆς τὰς αἰτίας ἀποδιδόντες, κινεῖν δέ σε πρὸς τὰ ἡμέτερα τόν γε οἴκοθεν ὡρμημένον οὐκ ἀξιοῦν- τες, ὡς ὅστις τινὰ παρακλήσεσιν ἐπεγείρει, κατεγνωκὼς ἀργίαν τοῦτο ποιεῖ