θεράπευε δὴ θεοὺς ἐφόρους γεωργίας. δεῖ δέ σε οὐ πονεῖ- σθαι τοῖς ἀναθήμασι. μὴ γὰρ δὴ ἔστω τούτων ὧν ἐργάζεται χρυσοχόων τέχνη, ἀλλ’ ἀφ’ ὧν ἔδοσαν τιμάσθων. εὖ οἶδα γάρ, ὡς ἥδιον αὐτοῖς χρυσίδων βότρυες ἐξημμένοι τῶν ἀγαλ- ματω ν. κγ΄. W 22 Δημητρίῳ. (358/59) Οὐδ’ αὐτὸς ὁ νέος ἄνευ λογισμοῦ παρ’ ἡμᾶς ἧκεν, ἀλλ’ εἰδὼς τὸν αὑτοῦ θεῖον ἐμέ τε φιλοῦντα καὶ ὑπ’ ἐμοῦ τιμώ- μενον ἥκων δὲ εὗρεν ἅπερ ἤλπισεν εἰ μέντοι καὶ λόγων ἰσχύν, οὐκ οἶδα, τὴν δ’ οὖν εὔνοιαν τοσαύτην ὅσην ἄν. εἰ σὺ τοὐμὸν ἔπραττες, ἔνειμας αὐτῷ φανέντι.