τὸ γὰρ χρυσίον εἰσπραττέτω μέν, εἰσπραττέτω δὲ παρὰ τῶν λελοιπότων τὴν τάξιν καὶ προσέτι γε τῶν ἐξηπατηκότων, οἳ σφίσιν αὐτοῖς χαριζόμενοι τὰ οὐκ ὄντα ἔφρασαν. ἐπειδὴ γὰρ θυμὸς μἐ- γας διο τρεφέων ὑπάρχων, μὴ ἴστω τοῖς φενακίζουσιν ἄδεια, ὅπως τῆς ἀληθείας κρατούσης μηδεὶς ἀδίκως κολάζηται. λύων δὲ τὴν αὑτοῦ ψῆφον ἐννοείτω τὸν βασιλέα Κρητῶν τὸν παῖδα Δῖός, ὃς εἰς τὸ ἄντρον δι’ ἐνάτου πορευόμενος ἔτους ὧν ἐτε- θείκει νόμων οὐκ ᾐσχύνετο κινῶν ὃν κρεῖττον ἦν κινεῖσθαι.