ἄκουε δέ· σταθμός τίς ἐστι περὶ τὸν Εὐφράτην, Καλλίνικος ὄνομα αὐτῷ· Καλλινίκου γὰρ ἐνταῦθα ἀποσφαγέντος ὁ σοφι- στὴς γίνεται προσηγορία τῷ τόπῳ, οἷα πολλὰ μὲν ἐν γῇ, πολλὰ δὲ ἐν θαλάττῃ πάλαι. τοῦτο δὴ τὸ χωρίον ἔχει στρα- τιὰν ἱδρυμένην, ἣν τρέφεσθαι παρ’ ἡμῶν οὐκ ἐκεῖσε κομι- ζόντων, ἀλλ’ ἑτέρωσε τὴν τροφήν, ἐκεῖθεν δὲ εἰς Καλλίνικον ἄγειν νόμος τὸν ἄρχοντα τῶν περὶ τὸν Εὐφράτην. Νικέντιος δὲ τὰ αὑτοῦ διακονήσας ὧν ἐπλημμέλησαν ἕτεροι δίκας δί- δωσι, τοῦτο δὴ τὸ ἐν Αὐλίδι.