τοῦθ’ ἥδιόν μοι πείθειν ἐμαυ- τὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος <ὁ> αὐτός, εἰσὶ δὲ οἱ λέγουσιν ὡς καὶ βελτίων. Ἰανουάριος μὲν οὖν ἀπαγ- γελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον.