Ἔφης Σπεκτότον μέγαν ὄντα τοῖς ἔργοις μικρὸν γεγενῆ- σθαι τοῖς παρ’ ἐμοῦ λόγοις, αὐτὸς δέ γε ἐκεῖνος ἥδετο τοῖς παρ’ ἡμῶν ἐπαίνοις· εἰ μὲν οὖν εὖ φρονῶν, ψεῦδος τὸ σόν εἰ δὲ οὐδὲν εἰδὼς τῶν περὶ λόγους, τόλμησον εἰπεῖν καὶ πάντα ἐγὼ φαῦλος. οὑτωσὶ δὲ σκόπει, ὅπως σαυτῷ δόξης ὁμολο- γεῖν, ὃς ὂν ᾐτιάσω τὰ μεγάλα μικρὰ ποιεῖν, τοῦτον ἔφης τῇ ῥώμῃ τῶν λόγων αἴρειν τὰ φαῦλα. παραινῶ δή σοι τοῖς μὲν τῶν βαρβάρων βουλεύμασι πολεμεῖν σαυτῷ δὲ μὴ.