τίς οὖν ἦν ὁ νοῦς ὧν ἐπέστελλον; Ἰσοκράτης παραινεῖ πεῖραν ποιεῖσθαι τῶν φίλων οὔπω παρούσης ἀνάγκης ὥστε ἀτυχή- σαντι μὴ εἶναι βλάβην καί φησι δεῖν μὴ δεόμενον προσποιεῖ- σθαι τὸ δεῖσθαι. τοιοῦτον ἦν τι καὶ τὸ παρ’ ἐμοῦ· μὴ χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.