φέρε, εἰ σοὶ λόγον ἐποίουν καί με τοῦτ’ ἔπεισας δεη- θείς, ἀρ᾿ ἂν οἴει τῷ δημιουργῷ πανταχόθεν προσελθεῖν τοὺς ἐπαίνους σὺ μὲν ἴσως οἴει, τὸ πρᾶγμα δὲ οὐ τοιοῦτον, ἀλλ’ εἶπον μὲν ἂν ἐπιμέλειαν, ἀγρυπνίαν, πόνους, ψῆφον ὀρθήν, πρόνοιαν <τοῦ> μέλλοντος, φρόνημα δίκαιον, ὀξύτητα, γλώττης ἰσχύν, πολλὰ δ’ ἕτερα, καλὸν δὲ καὶ μέγαν οὐκ ἄν εἶπον· οὐ γὰρ ἔνι σοι ταῦτ’ ἐν τῷ σώματι μεμνη- μένος δὲ χρημάτων κλοπῆς μὲν ἄν σε πλεῖστον ἔφην ἀφεστά- ναι, μισθὸν δὲ μὴ ἔχειν τῆς ἀρετῆς οὐκ ἂν ἰσχυρισάμην, ἔχεις γὰρ τὰ βασιλέως δῶρα καί σοι τῆς ἀρχῆς ὁ χρόνος τὰς οἰκίας πεποίηκε πόλεις ἀδικοῦντι μὲν οὐδένα, λαμβάνοντι δέ. πολὺ δ’ ἂν ἦσθα βελτίων μηδαμόθεν λαμβάνων, ὡς λαμπρότερον γε κιόνων οὓς δίδωσι βασιλεὺς τὸ χρῆμα τῆς δόξης ἣν ἡ πενία φέρει.