Τίς θεῶν ἢ δαιμόνων τὸν πανταχῇ θαυμαζόμενον Τα- τιανὸν ἥμερον ἡμῖν ἐποίησεν; φράζε σύ, Καλλιόπιε· σὺ γὰρ τὰ τοῦδε καλῶς οἶσθα. ἂν δ’ οὐκ ἐθέλῃς λέγειν, ἀνάγκη ἐμὲ μαντεύεσθαι καὶ τὸν μὲν θεὸν εὑρεῖν οὐκ ἂν δυναίμην, ὥσπερ Ὅμηρος ἔγνω τὴν Ἀθηνᾶν παρὰ τῆς Ἥρας ἐλθοῦσαι τῷ Ἀχιλλεῖ, ἣ τὴν ὀργὴν ἐπέσχεν αὐτῷ τὸν δὲ ἄνδρα, δι’ οὗ ταῦτα ἔπραξαν οἱ θεοί, κάλλιστ’ ἀνεῦρον.