6. Ὅτι τὸ παραγράφεσθαι ἐπὶ τῶν λαμπρῶν προσώπων ἄτοπόν φησι· καθαιρετικὸν γάρ ἐστιν ἀξιώματος, καὶ ὑποψίαν ἐμποιεῖ. 7. Ὅτι χρὴ ἐν ταῖς συνθήκαις τῶν κώλων εὐπρεπῆ εἶναι τὴν λέξιν καὶ τὴν συνθήκην οὐκ ἀνάρμοστον, ὡς ἂν παίωνας εἶναι καὶ ἡρῴους τοὺς πλείστους, ἐξ ὧν εὔογκος ἡ ἑρμηνεία γίνεται καὶ σεμνή· παραδείγματα δὲ τὰ Πλάτωνος καὶ Δημοσθένους· οὗτοι γὰρ ἄριστοι γνώμονες τῶν τοιούτων. 8. Ὅτι ἐν τοῖς ἀδόξοις καὶ φέρουσιν αἰσχύνην τῷ ἀπολογουμένῳ κάλλιστος ὁ διʼ εἰκασίας τρόπος, οἱονεὶ πορνείας κατηγορηθεὶς μὴ παρὰ ἕκαστον πειρῶ ἀπολογεῖσθαι καὶ λύειν εὐτελὲς γὰρ καὶ καθαιροῦν τὸ ἀξίωμα, κἂν τὰ μάλιστα πολλοὺς ἔχῃς ἐλέγχους τοῦ συκοφαντήματος. παράδειγμα τῆς μεθόδου ταύτης τοιόνδε ἔχε· βλασφημηθεὶς γάρ τις ὑπό τινος, ὡς ἐπὶ τοῖς αἰσχίστοις συνεγένετο βασιλεῖ, διʼ εἰκασίας ἀπελογήσατο· κἀκεῖνος πρὸς τὰ βελτίω προὔτρεπε συνών, καὶ αὐτὸς οὐχ ἡπτόμην τῶν μοχθηρῶν ἐπιτηδευμάτων. ἐφυλάξατο ἐνταῦθα τὸ ἄδοξον τῆς ἀπολογίας. 9. Ὅτι ὁ πρῶτος ἄριστα πρὸς τὴν πεζὴν λέξιν τὸν Ὁμηρικὸν ὄγκον μετενεγκὼν Πλάτων ἐστίν. 10. Ὅτι πολλάκις ἐνδείᾳ φύσεως καὶ οἱ ἐπιστήμονες κατὰ τὴν ἐργασίαν ἀποτυγχάνουσιν.